De Sobrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἆρ’ οὐχὶ τοῖς ἐνεργοῦσι καὶ δρῶσι; κατορθοῦντες μὲν γὰρ ἔπαινον, ψόγον δ’ ἔμπαλιν καρποῦνται διαμαρτάνοντες. οἱ δ’ ἄνευ τοῦ τι ποιεῖν ἐπιστήμονες αὐτὸ μόνον, ἀκίνδυνον γέρας εἰληφότες ἡσυχίαν ἠρεμοῦσιν.
ὁ αὐτὸς τοίνυν λόγος ἐφαρμόττει καὶ τοῖς κατ’ ἀφροσύνην καὶ συνόλως τοῖς κατ’ ἀρετήν τε καὶ κακίαν· οἱ φρόνιμοί τε καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ δίκαιοι τὰς ψυχὰς μυρίοι γεγόνασι φύσεως μὲν εὐμοιρίᾳ, νομίμοις δ’ ὑφηγήσεσι, πόνοις δ’ ἀηττήτοις καὶ ἀοκνοτάτοις χρησάμενοι, τὸ δὲ κάλλος τῶν ἐν ταῖς διανοίαις ἀγαλμάτων οὐκ ἴσχυσαν ἐπιδείξασθαι διὰ πενίαν ἢ ἀδοξίαν ἢ νόσον σώματος ἢ τὰς ἄλλας κῆρας ὅσαι τὸν ἀνθρώπινον περιπολοῦσι βίον.
οὐκοῦν οὗτοι μὲν ὥσπερ δεδεμένα καὶ καθειργμένα ἐκτήσαντο ἀγαθά, ἕτεροι δ’ εἰσὶν οἳ λελυμένοις καὶ ἀφέτοις καὶ ἐλευθέροις ἐχρήσαντο πᾶσι τὰς εἰς ἐπίδειξιν ὕλας ἀφθονωτάτας προσλαβόντες·
ὁ μὲν φρόνιμος ἰδίων τε καὶ κοινῶν προστασίαν πραγμάτων, οἷς σύνεσιν καὶ εὐβουλίαν ἐνεπιδείξεται· ὁ δὲ σώφρων τὸν εἰς ἀσωτίαν δεινὸν ἐπᾶραι καὶ παρακαλέσαι τυφλὸν πλοῦτον, ἵνα βλέποντα ἀποδείξῃ· ὁ δὲ δίκαιος ἀρχήν, δι’ ἧς τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ τῶν ὄντων ἀκωλύτως δυνατὸς ἔσται· ὁ δ’ ἀσκητὴς εὐσεβείας ἱερωσύνην καὶ χωρίων ἱερῶν καὶ τῆς ἐν τούτοις ἁγιστείας ἐπιμέλειαν.
ἄνευ δὲ τούτων ἀρεταὶ μέν εἰσιν, ἀκίνητοι δὲ ἀρεταὶ καὶ ἡσυχίαν ἄγουσαι, καθάπερ ὁ τεθησαυρισμένος ἐν ἀφανέσι γῆς μυχοῖς ἄργυρός τε καὶ χρυσὸς οὐδὲν χρήσιμος.
πάλιν τοίνυν κατὰ τὰ ἐναντία μυρίους ἔστιν ἰδεῖν ἀνάνδρους, ἀκολάστους, ἄφρονας, ἀδίκους, ἀσεβεῖς ἐν ταῖς διανοίαις ὑπάρχοντας, τὸ δὲ κακίας [*](1 τῷ] τὸ H 4 τὶς H οἱ ante ἔπαινοι om. H παρακολουθῶσιν G 6 οἱ δ’ ἄνευ τοῦ τι Turn. : οἱ δ’ ἄνευ τι τοῦ G2HL1 (οἷς δ’ ἄν ἐστι s. s. L-), οἱ δ’ ἄν ἐστι τοῦ G’, οἶς δ’ ἄν ἐᾶι τὸF 8 ἐφαρμότπιν G 9 prius τε FN: δὲ GH alterum τε om. F 12 διακονίαις L- 14 περιπολοῦσι H: περιπνοῦσι G, περιπνέουσι FN δεδεμένας; F 15 ἠτήσαντο N τἀγαθά N 17 προστασιαν scripsi: -sptoustav codd. N, ἐπιστασίαν coni. Mang., παρουσίαν Cohn 18 σύνεστι F ἐπιδείξεται GF 20 συνότων coni. Mang., παρουσίαν conicio Η: 21 ἀκωλύτων GFN εὐσεβείας Mang.: εὐσέβειαν codd. N 22 ἱερῶν Η : ἥ ἱερἐων GFN ἀριστείας Ν ἅνεν δὲ τούτων H : τε ἅν ἐν τούτων G, τε ἀνένδοτον τούτων FN 24 εἰςοὐδὲν coni. Mang. 26 ὑπερμάοντας H) [*](8—22 Ν fol. 187v : ὁ αὐτὸς — τούτων.)