De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τίνι μέντοι καταρᾶται, σκεπτέον· ἓν γάρ τι καὶ τοῦτο τῶν ἐρεύνης ἀξίων ἐστίν, ἐπειδήπερ οὐ τῷ δοκοῦντι ἡμαρτηκέναι παιδί, ἀλλὰ τῷ ἐκείνου μὲν υἱῷ, ἑαυτοῦ δὲ υἱωνῷ, οὗ φανερὸν οὐδὲν εἴς γε τὸ παρὸν ἀδίκημα, [*](1 ’Hcau codd. 2 ἡμῖν ἐστι H 3 πρεσβύτερος FH Ἡσαῦ codd. 4 υἱῶν om. G 5 ἀναζητημένα G, ἀνεζητηdνων F 7 κατευθὺ codd. ἀλλ’ om. F 9 ἐν seclusi 9. 10 νεώτερος δ’ v 12 τὸ Η: Tto GF ὀνόματι Mang. : ὄνομα τῶ codd. καλούμενος Η 13 ὁ γὰρ — ἐρχόμενος om. Η ὢν F 15. 16 μνήμαις Mang.: ταῖς codd., τοῖς v 16 ἀδιάστατον coni. Mang. παγίοις Η: παγίσι GF 16. 17 ωuάνουσι fl 19 χρόνου Mang. : γρόνω codd. εὐρηνται Turn.: εδρητι codd. 19 ἐπ’ εὐωνύμοις Turn.: ἐπωνύμοις GF, εὐωνύμοις H 20 πρεσβειῶν GF 22 αὐτῶ G: om. ceteri νεωτεροποιὸς F 23 αὐτοῦ scripsi: αὐτῶ codd., αὑτῶ v 24 ἐν om. H 26 τι] τοι F 28 οὗ Η: οὐ GF εἴς γε] ἴστε G γε scripsi: τε codd.)

v.2.p.222
οὐ μικρὸν οὐ μέγα, δεδήλωκεν·

ὁ μὲν γὰρ ἐκ περιεργίας ἰδεῖν τὸν πατέρα γυμνὸν ἐθελήσας καὶ γελάσας ἃ εἶδε καὶ ἐκλαλήσας τὰ δεόντως ἡσυχασθέντα ὁ υἱὸς ἦν τοῦ Νῶε Χάμ, ὁ δὲ ἐφ’ οἷς ἕτερος ἠδίκησε τὰς αἰτίας ἔχων καὶ τὰς ἀρὰς καρπούμενος Χαναάν ἐστι· λέγεται γὰρ „ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης [δοῦλος δούλων] ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ“ (Gen. 9, 25). τί γὰρ ἡμάρτηκεν, ὡς ἔφην, οὗτος;

ἀλλ’ ἐσκέψαντο μὲν ἐφ’ ἑαυτῶν ἴσως οἷς ἔθος ἀκριβοῦν τὰς ῥητὰς καὶ προχείρους ἀποδόσεις ἐν τοῖς νόμοις· ἡμεῖς δὲ πειθόμενοι τῷ ὑποβάλλοντι ὀρθῷ λόγῳ τὴν ἐγκειμένην ἀπόδοσιν διερμηνεύσωμεν ἐκεῖνα ἀναγκαίως

προειπόντες· σχέσις καὶ κίνησις διαφέρουσιν ἀλλήλων· ἡ μὲν γάρ ἐστιν ἠρεμία, φορὰ δὲ ἡ κίνησις· ἧς εἴδη δύο, τὸ μὲν μεταβατικόν, τὸ δὲ περὶ τὸν αὐτὸν τόπον εἰλούμενον. σχέσει μὲν οὖν | ἀδελφὸν ἕξις, [*](p. 398M.) κινήσει δ’ ἐνέργεια.

τὸ δὲ λεγόμενον παραδείγματι οἰκείῳ γνωριμώτερον γένοιτ’ ἄν· τέκτονα καὶ ζωγράφον καὶ γεωργὸν καὶ μουσικὸν καὶ τοὺς ἄλλους τεχνίτας, κἂν ἡσυχίαν ἄγωσι μηδὲν τῶν κατὰ τὰς τέχνας ἐνεργοῦντες, οὐδὲν ἧττον τοῖς εἰρημένοις ἔθος καλεῖν ὀνόμασιν, ἐπεὶ τὴν ἐν ἑκάστοις ἐμπειρίαν καὶ ἐπιστήμην ἀνειληφότες ἔχουσιν.

ἐπειδὰν δὲ ὁ τεκτονικὸς ξύλων ὕλην ἐργάζηται λαβών, ὁ δὲ ζωγράφος τὰ οἰκεῖα κερασάμενος χρώματα ἐπὶ τοῦ πίνακος διαγράφῃ τοὺς τύπους ὧν ἂν διανοῆται, ὁ δ’ αὖ γεωργὸς ἀνατέμνων γῆς αὔλακας καταβάλλῃ τὰ σπέρματα, κληματίδας δὲ καὶ μοσχεύματα δένδρων ἐμφυτεύῃ, ἅμα δὲ τροφὴν ἀναγκαιοτάτην ἄρδῃ καὶ ἐποχετεύῃ τοῖς φυτευθεῖσι καὶ τοῖς ἄλλοις ὅσα γεωργικὰ πᾶσιν ἐγχειρῇ, ὁ δ’ αὖ μουσικὸς αὐλοῖς καὶ κιθάραις καὶ τοῖς ἄλλοις ὀργάνοις μέτρα καὶ ῥυθμοὺς καὶ πάσας μέλους ἰδέας ἁρμόττῃ — δύναται δὲ καὶ δίχα τῶν χειροκμήτων τῷ τῆς φύσεως ὀργάνῳ χρῆσθαι διὰ φωνῆς ἡρμοσμένης πᾶσι τοῖς φθόγγοις — καὶ τῶν ἄλλων ἕκαστος τεχνιτῶν εἴπερ ἐγχειρεῖ, τοῖς κατὰ τὰς ἐπιστήμας ἕτερα ἐξ ἀνάγκης [*](2 ἐκλαλήσας Mang. : ἐκγελάσας G, ἐγγελάσας FII 2. 3 δέοντα ἡσυχασθῆναι conicio 3 τοῦ] Tti) F 4 καρπούμενος] ποιούμενος L 5 δοῦλος δούλων seclusit Ηang. δουλῶν G1F, δουλεύων G^ 6 αὑτοῦ v ἡμάρτηκεν scripsi: ἡμάρτησεν codd. ὡς om. G 8 ἐν τοῖς νόμοις ἀποδόσεις 11 9 ἐγκειμένην Η: οἰκουdνην GF, ἐναποκειμένην conicio διερμηνεύσομεν Η 11 ἐρημία G1 12 τρόπον F 13 δ’ H: 8i G, δ’ ἡ F 15. 16 ἐνεργοῦντας Η 16 τοῖς om. L ἐπὶ G ἐν om. G 18 ἐργάζεσθαι G 20 ἀνατέμνων H: ἀνατέμνῃ GF, ἀνατεμῶν conicio καταβάλῃ G 21 alterum δὲ 11: τε GF 22 ἐποχετεύει G 22 — 24 ὀσα- λλλοις om. F 23 γεωργικὰ Turn.: γεωργεῖ καὶ GH 24 ἀρμόττειν G 25 δύναται scripsi (et parenthesin statui): δύνηται codd. χἑροκμἡτων scripsi: χειροτμἡτων codd. 27 ἐγχειρεῖ GF: ἐγχορε-‘ H, ἐuωρεῖ L)

v.2.p.223
οἰκεῖα τοῖς προτέροις ὀνόματα προσγίνεται, τῷ μὲν τέκτονι τὸ τεκτονεῖν, τῷ δὲ ζωγράφῳ τὸ ζωγραφεῖν ἤδη, καὶ τὸ γεωργεῖν μέντοι τῷ γεωργῷ, καὶ τὸ αὐλεῖν ἢ κιθαρίζειν ἢ ᾄδειν ἤ τι τῶν παραπλησίων ποιεῖν τῷ μουσικῷ. τίσιν οὖν οἱ ψόγοι καὶ οἱ ἔπαινοι παρακολουθοῦσιν;