De Sobrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ὥσπερ γὰρ τοῦ πυρὸς ἡ δύναμις ἀπουσίᾳ μὲν ὕλης ἡσυχάζει, παρουσίᾳ δὲ ἀνακαίεται, οὕτως καὶ ὅσαι πρὸς ἀρετὴν ἢ κακίαν ψυχῆς δυνάμεις ἀφορῶσι, σβέννυνται μὲν ἀκαιρίαις, καθάπερ

ἔφην, καιρῶν, τυχηραῖς δ’ εὐπορίαις ἀναφλέγονται. τίνος δὴ ταῦθ’ εἵνεκα εἶπον ἢ τοῦ διδάξαι χάριν, ὅτι ὁ μὲν υἱὸς τοῦ Νῶε Χὰμ ἠρεμούσης κακίας ἐστὶν ὄνομα, ὁ δὲ υἱωνὸς ἤδη καὶ κινουμένης; ἑρμηνεύεται γὰρ θέρμη μὲν Χάμ, σάλος δὲ Χαναάν.

θέρμη δὲ ἐν μὲν σώματι πυρετὸν ἐμφαίνει, κακίαν δὲ ἐν ψυχαῖς· ὡς γάρ, οἶμαι, καταβολὴ πυρετοῦ νόσος ἐστὶν οὐ μέρους ἀλλ’ ὅλου σώματος, οὕτως ὅλης τῆς ψυχῆς ἀρρώστημά ἐστι κακία. ἀλλ’ ὁτὲ μὲν ἠρεμεῖ, ὁτὲ δὲ κινεῖται· τὴν δὲ κίνησιν αὐτῆς ὀνομάζει σάλον,

ὃς Ἑβραίων γλώττῃ Χαναὰν καλεῖται. νομοθετῶν δὲ οὐδεὶς ἐπιτίμιον ὁρίζει κατὰ ἀδίκων ἠρεμούντων, ἀλλὰ δὴ κινουμένων καὶ τοῖς κατὰ ἀδικίαν ἔργοις χρωμένων, καθάπερ οὐδὲ τῶν δακετῶν οὐδὲν ἀνὴρ μέτριος κτείνειν ἂν ἐθελήσαι μὴ μέλλον δάκνειν· λόγῳ γὰρ ὑπεξαιρετέον ψυχῆς ὠμότητα φύσει [καὶ] κατὰ πάντων φονῶσαν.

εἰκότως οὖν ὁ δίκαιος τὰς ἀρὰς τῷ υἱωνῷ Χαναὰν δόξει τίθεσθαι· δόξει δὲ εἶπον, ὅτι δυνάμει τῷ υἱῷ Χὰμ δι’ ἐκείνου καταρᾶται· κινηθεὶς γὰρ πρὸς τὸ ἁμαρτάνειν Χὰμ αὐτὸς γίνεται Χαναάν. ἓν γὰρ τὸ ὑποκείμενον κακία, ἧς τὸ μὲν ἐν σχέσει, τὸ δὲ ἐν κινήσει θεωρεῖται· πρεσβύτερον δὲ κινήσεως σχέσις, ὡς ἐγγόνου λόγον ἔχειν τὸ κινούμενον πρὸς τὸ [*](1 ἑκάστης GH: ἐσχάτης F ἀπορίαν conicio 2 δὲ H: δὴ GF 3 θάλασσαν G ἄχρι scripsi (vel πᾶσαν ἄχρι): ἃς μέχρι GF, τὰς μέχρι H, μέχρι v ἀναπιμπλάντες GF 4 μηδέν μικρὸν G 6 παρουσία Vat. Regiii. (Turn.): περιουσία codd. ἀνατρέπεται G οὕτω Η 7 σβέννυνται H : σβέννυται GF ἀκαιρίας G, ἀκαιρίως F, ἀπορίαις conicio 8 εὐκαιρίαις coni. Mang. 9 ἕνεκα F 10 ἐνεργούσης ἥδη conicio 11 γὰρ om. H δὲ ἐν μὲν 11: μὲν ἐν μέσω G, δὲ ἐν μέσω F 12 προσβολὴ coni. Mang. 13 ὅλου 14 ἔσται H ἄλλοτε G 14 — 15 μὲμὃς om. G 15 γλώσση G 16 ἐπιτιμᾶν GFL- ἠρεμίας Η ἀλλ’ ἤδη conicio κινουμένω H 17 ἀδικίας GF 18 ἐθελήσαι Cohn (ἐθελήσειε Mang.): ἐθελήσῃ codd. λόγῳ scripsi: λόγου codd. 19 ὑπεξαιρετὸνO̓F καὶ seclusi 20 τῶν υἱωνῶν F υἱωνιὗ] υἱῶ II 21. 22 δι’ ἐκείνου-λὰμ om. F 24 ἐκγόνου conicio) [*](5. 6 Vat. Regin. 77 fol. 669v Φίλωνος: τοῦ πυρὸς — ἀνακαίεται 8 sqq. cf. Origenis Homiliam XX 2 in Numeros p. 348.)

v.2.p.225
ἰσχόμενον·

παρὸ καὶ τοῦ Χὰμ υἱὸς ὁ Χαναὰν φυσικῶς ἀναγράφεται, σάλος ἠρεμίας, ἵνα καὶ τὸ ἑτέρωθι λεχθὲν ἐπαληθεύῃ τὸ „ἀποδιδοὺς ἀνομίας πατέρων ἐπὶ υἱούς, ἐπὶ τρίτους καὶ ἐπὶ τετάρτους„ (Exod. 20, 5)· ἐπὶ γὰρ τὰ ἀποτελέσματα καὶ ὡς ἂν ἔγγονα τῶν λογισμῶν στείχουσιν αἱ τιμωρίαι, κατ’ αὐτοὺς ἐκείνων, εἰ μηδεμία προσγένοιτο πρᾶξις ἐπίληπτος, ἀποδιδρασκόντων τὰ ἐγκλήματα.