De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

λέγεται δὲ καὶ ἀμήτωρ γενέσθαι τὴν ἐκ πατρός, οὐ πρὸς μητρός, αὐτὸ μόνον κληρωσαμένη συγγένειαν, θήλεος γενεᾶς ἀμέτοχος. εἶπε γάρ πού τις· „καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός“ (Gen. 20, 12)· οὐ γὰρ ἐξ ὕλης τῆς αἰσθητῆς συνισταμένης ἀεὶ καὶ λυομένης, ἣν μητέρα καὶ τροφὸν καὶ τιθήνην τῶν ποιητῶν ἔφασαν, οἷς πρώτοις σοφίας ἀνεβλάστησεν ἔρνος, ἀλλ’ ἐκ τοῦ πάντων αἰτίου καὶ πατρός.

αὕτη μὲν οὖν ὑπερκύψασα τὸν σωματοειδῆ πάντα κόσμον ὑπὸ τῆς ἐν θεῷ χαρᾶς γανωθεῖσα γέλωτα τὰς ἀνθρώπων θήσεται σπουδάς, ὅσαι περὶ τῶν κατὰ πόλεμον ἢ κατ’ εἰρήνην πραγμάτων εἰσίν.

ἡμεῖς δὲ ἔτι ὑπὸ τῆς ἀνάνδρου καὶ γυναικώδους συνηθείας τῆς περὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη καὶ τὰ αἰσθητὰ νικώμενοι τῶν φανέντων οὐδενὸς κατεξαναστῆναι δυνάμεθα, πρὸς πάντων δὲ καὶ τῶν ἐπιτυχόντων οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἑλκόμεθα.

κἂν τὸ στῖφος ἡμῶν τοῖς τοῦ πατρὸς ἐπιτάγμασιν ἀδυνατοῦν ὑπηρετεῖν ἁλίσκηται, σύμμαχον οὐδὲν ἧττον ἕξει τὴν μητέρα, παιδείαν μέσην τὰ νομιζόμενα καὶ δοκοῦντα εἶναι δίκαια γράφουσαν κατὰ πόλεις καὶ ἄλλα ἄλλοις νομοθετοῦσαν.

εἰσὶ δέ τινες, οἳ τῶν μητρῴων ὑπερορῶντες περιέχονται παντὶ σθένει τῶν πατρῴων, οὓς καὶ τῆς μεγίστης τιμῆς, ἱερωσύνης, ὁ ὀρθὸς λόγος ἠξίωσε. κἂν τὰς πράξεις αὐτῶν διέλθωμεν, [*](1 προδοθέντες] προαχθέντες coni. Cohn δὲ N φίλτρων αἰσθήσεως olim coniciebam τὴν] τῆς G ψυχικὴν H, τῆς ψυχῆς ψυχῆς D εἰκότως Turn.: εἰκός codd. N τὰ GUFN: τῶν H 3. 4 ἐπιπόλακεν GF 5 ἑστίαν GUFN: ἤδη H 7 ὠδίνει H 9 οὐ Η: καὶ GUF, om. L μητρὸς Η: μητέρα GUF θήλεως G 10 γενεᾶς] συγγενείας coni. Mang. 12 αἰσθητοῦ F 15 γαννωθεῖσα G 16 θήσει H 16. 17 περὶ τὰ et πράγματα conicio 17 δὲ] δὴ Mang. 19 νικώμενα F 25. 26 καὶ—ἡξίωσε om. G 25 τιμῆς FH: om. U) [*](3 sqq. cf. Origenis Homiliam in Genesim VIII 10 p. 83 (ad eundem locum): quem tamen filium ita demum generabis, si . . . . deficiant et in anima tua muliebria . . . . 13 cf. Piatonis Timaeum p. 52 D et Indicem Aristotelicum s. v. τιθήνη.)

v.2.p.182
ἐφ’ αἷς τὸ γέρας τοῦτο εὕραντο, χλεύην ἴσως παρὰ πολλοῖς ὀφλήσομεν τοῖς ταῖς προχείροις φαντασίαις ἀπατωμένοις, τὰς δὲ ἀφανεῖς καὶ συνεσκιασμένας δυνάμεις οὐ κατανοοῦσιν·

οἱ γὰρ εὐχὰς καὶ θυσίας καὶ πᾶσαν τὴν περὶ τὸ ἱερὸν ἁγιστείαν ἐγχειρισθέντες εἰσί, τὸ παραδοξότατον, ἀνδροφόνοι, ἀδελφοκτόνοι, τῶν οἰκειοτάτων καὶ φιλτάτων σωμάτων αὐτόχειρες, οὓς ἐχρῆν καθαροὺς καὶ ἐκ καθαρῶν, μηδενὸς ἄγους προσαψαμένους, ἑκουσίου μὲν ἄπαγε, ἀλλὰ μηδ’ ἀκουσίου χειροτονεῖσθαι·

λέγεται γάρ· „ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. καὶ ἐποίησαν οἱ υἱοὶ Λευί, καθὰ ἐλάλησε Μωυσῆς, καὶ ἔπεσον ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας“ (Exod. 32, 27. 28). καὶ τοὺς τοσαύτην ἀνῃρηκότας πληθὺν ἐπαινεῖ φάσκων· „ἐπληρώσατε τὰς χεῖρας σήμερον κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν“ (Exod. 32,29).

τί οὖν λεκτέον ἢ ὅτι οἱ τοιοῦτοι τοῖς μὲν κοινοῖς ἀνθρώπων ἔθεσιν ἁλίσκονται κατήγορον ἔχοντες τὴν πολιτευομένην καὶ δημαγωγὸν μητέρα συνήθειαν, τοῖς δὲ τῆς φύσεως διασῴζονται συμμάχῳ χρώμενοι ὀρθῷ λόγῳ, τῷ πατρί;

καὶ γὰρ οὐδ’, ὥσπερ νομίζουσί τινες, ἀνθρώπους ἀναιροῦσιν οἱ ἱερεῖς, ζῷα λογικὰ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτα, ἀλλ’ ὅσα οἰκεῖα καὶ φίλα τῇ σαρκὶ ἀποκόπτουσι τῆς διανοίας ἑαυτῶν, εὐπρεπὲς εἶναι νομίζοντες τοῖς θεραπευταῖς τοῦ μόνου σοφοῦ γενησομένοις πάντων ὅσα γένεσιν εἴληχεν ἀλλοτριοῦσθαι καὶ πᾶσιν ὡς ἐχθροῖς καὶ δυσμενεστάτοις προσφέρεσθαι.

διὰ τοῦτο καὶ „ἀδελφόν“, οὐκ ἄνθρωπον, ἀλλὰ τὸ ψυχῆς ἀδελφὸν σῶμα ἀποκτενοῦμεν, τουτέστι τοῦ φιλαρέτου καὶ θείου τὸ φιλοπαθὲς καὶ θνητὸν διαζεύξομεν. ἀποκτενοῦμεν καὶ τὸν „πλησίον“, πάλιν οὐκ ἄνθρωπον, ἀλλὰ τὸν αἰσθήσεων χορὸν καὶ θίασον· οὗτος γὰρ ψυχῆς ἐστιν ὁμοῦ καὶ οἰκεῖος καὶ δυσμενής, δελέατα καὶ παγίδας ἐπ’ αὐτῇ τιθείς, ἵνα τοῖς ἐπιρρέουσιν αἰσθητοῖς κατακλυζομένη [*](1. 2 εὕραντο—ταῖς om G 1 εὕροντο H 2 τοῖς om. H φαντασίας H ἀπατωμέναις Η 6 μηδὲν Η ἅγους GU 6. 7 προσαψαμένου H 7 ἄπαγε] ἅπας Η 9 αὑτοῦ bis U, bis om. L οἱ GF: om. UH 10 ἐλάλησε] προσέταξε U Μώσης Η 12 πλὴν U 12—185,25 hinc translata inseruit F fol. 354ν in libri Quod deus sit immutabilis § 67 ῥίζαις, ibidem in folio postmodum interposito babet L, cf. Prolegomena vol. I p. XXIV. XXV 12 ἕκαστος ante σήμερον trauspos. v 19 φίλτατα σαρκὶ H αὐτῶν II 20 νόμου L γενησομένους ’-Ii, γενομένου H (ου in ras.) 23. 24 τοῦ φιλαρέτου καὶ θείου Turn.: τῶ φιλαρέτῳ καὶ θείω codd. 24 διαζεύξωμεν L 25 ante ἀλλὰ ex lin. 23 ἀλλὰ τὸ ψυχῆς ἀδελφὸν inserit Η αἰσθήσεων addidi χορὸν αἰσθήσεων. οὗτος coni. Mang. 26 prius καὶ V: om. GFII tertium καὶ] τε καὶ U 27 αὐτὸ v)

v.2.p.183
μηδέποτε πρὸς οὐρανὸν ἀνακύψῃ μηδὲ τὰς νοητὰς καὶ θεοειδεῖς φύσεις ἀσπάσηται. ἀποκτενοῦμεν καὶ „τὸν ἔγγιστα“· ὁ δ’ ἐγγυτάτω διανοίας ὁ κατὰ προφοράν ἐστι λόγος, εὐλόγοις καὶ εἰκόσι καὶ πιθανότησι δόξας ψευδεῖς ἐντιθεὶς ἐπ’ ὀλέθρῳ τοῦ κρατίστου κτήματος, ἀληθείας.

διὰ τί οὖν οὐχὶ καὶ τοῦτον σοφιστὴν ὄντα καὶ μιαρὸν ἀμυνούμεθα τὸν ἁρμόττοντα αὐτῷ καταψηφισάμενοι θάνατον, ἡσυχίαν—λόγου γὰρ ἡσυχία θάνατος —, ἵνα μηκέτ’ ἐνσοφιστεύοντος ὁ νοῦς μεθέλκηται, δύνηται δ’ ἀπηλλαγμένος πάντως τῶν κατὰ τὸ „ἀδελφὸν“ σῶμα ἡδονῶν, τῶν κατὰ τὰς „πλησίον“ καὶ ἀγχιθύρους αἰσθήσεις γοητειῶν, τῶν κατὰ τὸν „ἔγγιστα“ λόγον σοφιστειῶν ἐλεύθερος καὶ ἄφετος ἐαθεὶς καθαρῶς τοῖς νοητοῖς ἅπασιν ἐπιβάλλειν;

οὗτός ἐστιν ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί“, τοῖς θνητοῖς γονεῦσιν, „οὐχ ἑώρακα ὑμᾶς“, ἀφ’ οὗ τὰ θεῖα εἶδον, ὁ „μὴ γνωρίζων τοὺς υἱούς“, ἀφ’ οὗ γνώριμος σοφίας ἐγένετο, ὁ „ἀπογινώσκων τοὺς ἀδελφούς“ (Deut. 33,9), ἀφ’ οὗ μὴ ἀπεγνώσθη παρὰ θεῷ, ἀλλὰ σωτηρίας ἠξιώθη παντελοῦς.

οὗτός ἐστιν ὁ „τὸν σειρομάστην λαβών“, τουτέστιν ὁ μαστεύσας καὶ ἀναζητήσας τὰ τῆς φθαρτῆς γενέσεως, ἧς ἐν σιτίοις καὶ ποτοῖς τὸ εὔδαιμον τεθησαύρισται, καὶ „εἰς τὴν κάμινον“, ὥς φησι Μωυσῆς, „εἰσελθών“, τὸν καιόμενον καὶ φλεγόμενον ὑπερβολαῖς ἀδικημάτων καὶ μηδέποτε σβεσθῆναι δυνάμενον ἀνθρώπων βίον, κἄπειτα ἰσχύσας καὶ τὴν „γυναῖκα διὰ τῆς μήτρας ἀνατεμεῖν“, ὅτι αἰτία τοῦ γεννᾶν ἔδοξεν εἶναι πάσχουσα πρὸς ἀλήθειαν μᾶλλον ἢ δρῶσα, καὶ πάντα „ἄνθρωπον“ καὶ λογισμὸν τὸν ἐπακολουθήσαντα τῇδε τῇ δόξῃ τῇ τὰ τοῦ μόνου τῶν γινομένων αἰτίου θεοῦ περιαπτούσῃ παθηταῖς οὐσίαις (Num. 25, 7. 8).

ἆρ’ οὐχὶ καὶ οὗτος ἀνδροφόνος παρὰ πολλοῖς ἂν εἶναι νομισθείη τοῖς τρόπον γυναικῶν ἔθεσιν ἁλισκομένοις; ἀλλὰ παρά γε θεῷ τῷ πανηγεμόνι καὶ πατρὶ μυρίων ἐπαίνων καὶ ἐγκωμίων καὶ ἀναφαιρέτων ἄθλων ἀξιωθήσεται· τὰ δ’ ἆθλα μεγάλα καὶ ἀδελφά, εἰρήνη καὶ ἱερωσύνη (Num. 25, 12. 13).

τό τε γὰρ τὴν ἐν τῷ σπουδαζομένῳ παρὰ τοῖς πολλοῖς ἀνθρώποις βίῳ δυσάλωτον στρατείαν καὶ τὸν [*](1 μηδὲ GUFH: μὴ τὸ L, εἰς τὸ v νοητὰς codd.: καλὰς v 2 ἀσπάσασθαι L καὶ om. H ἐγγύτατος H 3 ἐν λόγοις F καὶ ante πιθανότησι om. H 4 καλλίστου U 5 ἀμυνόμεθα GU 8 πάντως Turn.: πάντων codd. 9. 10 τῶν—σοφιστειῶν om. Η κατὰ τῶν ἔγγιστα σοφιστειῶν L 10 σοφιστιῶν F καθαρῶ U, καθαρὸς F 15 χειρομάστην H 20 μητρὸς H 22 τἄ addidi 23 μόνου Mang.: νόμου GUF, νόμου τοῦ Η περιαπτούσῃ ἔργα coni. Mang. παθηταῖς Mang.: πάθη ταῖς codd. 25 τρόπον scripsi: πρὸς codd. ἀλισκομένοις sciipsi: ἁλισκόμενος codd, 25. 26 ἀλλά γε παρὰ U 27 ἆθλα] ἄλλα G 29 τοῖς om. Fv)

v.2.p.184
ἐν ψυχῇ τῶν ἐπιθυμιῶν ἐμφύλιον πόλεμον καταλῦσαι δυνηθέντα εἰρήνην βεβαιώσασθαι μέγα καὶ λαμπρὸν ἔργον, τό τε μηδὲν ἄλλο, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τιμήν, μὴ ἀρχήν, μὴ κάλλος, μὴ ἰσχύν, μὴ ὅσα σώματος πλεονεκτήματα, μηδ’ αὖ γῆν ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον, ἀλλὰ τὸ πρεσβύτατον τῶν αἰτίων τὸ πρὸς ἀλήθειαν θεραπείας καὶ τῆς ἀνωτάτω τιμῆς ἀξιώσαντα μόνον τὴν ἱερωσύνης λαβεῖν τάξιν θαυμαστὸν καὶ περιμάχητον.

ἀδελφὰ δ’ ἔφην τὰ ἆθλα οὐκ ἀπὸ σκοποῦ, ἀλλ’ εἰδὼς ὅτι οὔτ’ ἂν ἱερεὺς γένοιτο πρὸς ἀλήθειαν ἔτι τὴν ἀνθρωπίνην καὶ θνητὴν στρατευόμενος στρατείαν, ἐν ᾗ ταγματαρχοῦσιν αἱ κεναὶ δόξαι, οὔτ’ ἂν εἰρηνικὸς ἀνὴρ μὴ τὸ μόνον ἀμέτοχον πολέμου καὶ τὴν αἰώνιον εἰρήνην

ἄγον ἀψευδῶς καὶ ἁπλῶς θεραπεύων. τοιοῦτοι μέν εἰσιν οἱ τὸν πατέρα καὶ τὰ τοῦ πατρὸς τιμῶντες, μητρὸς δὲ καὶ τῶν ἐκείνης ἥκιστα φροντίζοντες. τὸν δ’ ἀμφοτέροις πολεμωθέντα τοῖς γονεῦσι διασυνίστησιν εἰσαγαγὼν λέγοντα· „οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω“ (Exod. 5, 2)· οὗτος γὰρ ἔοικε καὶ τοῖς πρὸς θεὸν ὀρθῷ λόγῳ βραβευομένοις καὶ τοῖς πρὸς γένεσιν παιδείᾳ βεβαιουμένοις ἐναντιοῦσθαι καὶ συγχεῖν πάντα διὰ πάντων.

εἰσὶ δὲ καὶ ἔτι νῦν—οὔπω γὰρ τὸ ἀνθρώπων γένος τὴν ἄκρατον κακίαν ἐκαθήρατο—μήτε τῶν εἰς εὐσέβειαν μήτε τῶν εἰς κοινωνίαν μηδὲν ἁπλῶς δρᾶν ἐγνωκότες, ἀλλὰ τοὐναντίον ἀσεβείας μὲν καὶ ἀθεότητος ἑταῖροι, πρὸς δὲ τοὺς ὁμοίους ἄπιστοι.

καὶ περινοστοῦσιν αἱ μέγισται τῶν πόλεων κῆρες οὗτοι, τὰ ἴδια καὶ τὰ κοινὰ ὑπὸ φιλοπραγμοσύνης διέποντες, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀνατρέποντες· οὓς ἐχρῆν ὥσπερ μεγάλην νόσον, λιμὸν ἢ λοιμὸν ἤ τι κακὸν ἄλλο θεήλατον, εὐχαῖς καὶ θυσίαις ἀποτρέπεσθαι· φθοραὶ γὰρ οὗτοι μεγάλαι τοῖς ἐντυχοῦσι. παρὸ καὶ Μωυσῆς τὸν ὄλεθρον αὐτῶν ᾄδει πρὸς τῆς ἰδίου συμμαχίας ἁλόντων καὶ ὥσπερ τρικυμίαις

ταῖς ἰδίαις δόξαις ἐγκαταποθέντων (Exod. 14, 27. 28). λέγωμεν τοίνυν ἑξῆς καὶ περὶ τῶν τούτοις μὲν ἐχθρῶν, παιδείαν δὲ καὶ ὀρθὸν [*](1 τῆ ψυχὴ G 2 τό τε ἔργον v 3 μὴ ἀρχήν, μὴ τιμήν H 4 αὐγὴν GU 5 αἰτίων GFH: αἰτιῶν U, ἄθλων Mang. alterum τὸ codd.: τὸν Mang. 6 ἀξιώσαντα GFH: ἀξιώσοντα U, ἄξιον ὄντα v μόνα Η τὴν codd.: τῆς v ἱερωσύνην FL 7 ἔφην] ἐφ’ ἢν G 8 οὔτ’ ἄν UH: ὅταν GF ὁ ἱερεὺς v γένηται Γ’ 9 οὔτ’ scripsi: οὐδ’ codd. 10 τὸ] τὴν coni. ilang. 11 ἄγον scripsi: ἄγων G1FH, ἀγῶνα G1U ψευδῶς G1U ἀπλανῶς Η 14 post λέγοντα add. τί Η 15 οὕτως G 16 πρὸς] πρὸ G1 παιδείας Η 17 πάντα διαπράττων H 19 ἀπλῶς διενεγκόντες δρᾶν H 24 ἄλλο θεήλατον κακὸν Η ἀνατρέπεσθαι Η 25 παρ’ ὃ U 26 ἰδίας H 27 λέ- γομεν H)

v.2.p.185
λόγον ἐκτετιμηκότων, ὧν ἦσαν οἱ τῷ ἑτέρῳ τῶν γονέων προσκείμενοι, τῆς ἀρετῆς ἡμιτελεῖς χορευταί. οὗτοι τοίνυν καὶ νόμων, οὓς ὁ πατήρ, ὁ ὀρθὸς λόγος, ἔθηκεν, ἄριστοι φύλακες καὶ ἐθῶν πιστοὶ ταμίαι, ἅπερ ἡ παιδεία, μήτηρ αὐτῶν, εἰσηγήσατο.