De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
πίστιν οὐκ ἔμαθε. καὶ γὰρ ὅταν ἐπίδειξιν εὐσεβείας βουλόμενος ποιήσασθαι λέγῃ· „νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς“ (Exod. 18, 11), ἀσέβειαν παρὰ δικάζειν ἐπισταμένοις ἀνδράσιν ἑαυτοῦ κατηγορεῖ.
φήσουσι γὰρ αὐτῷ· νῦν ἔγνως, ἀνόσιε, πρότερον δ’ οὐκ ἠπίστασο τὸ μέγεθος τοῦ παντὸς ἡγεμόνος; ἦν γάρ τι πρεσβύτερον θεοῦ, ᾧ προεντετύχηκας; ἢ τοῖς ἐκγόνοις οὐχ αἱ τῶν γονέων ἀρεταὶ πρὸ τῶν ἄλλων ἅπαξ ἁπάντων γνώριμοι; τοῦ δὲ παντὸς οὐκ ἄρα ἀρχηγέτης ὁ κτίστης καὶ πατὴρ αὐτοῦ; ὥστ’ εἰ νῦν ἐγνωκέναι φῂς σύ, οὐδὲ νῦν ἔγνωκας, ὅτι οὐκ ἀπὸ γενέσεως ἀρχῆς.
ἐλέγχῃ δ’ οὐδὲν ἧττον ἐπιμορφάζων, ὅταν συγκρίνῃς τὰ ἀσύγκριτα καὶ λέγῃς παρὰ πάντας τοὺς θεοὺς τὸ μεγαλεῖον τοῦ ὄντος ἐγνωκέναι· εἰ γὰρ ᾔδεις ἀληθείᾳ τὸ ὄν, οὐδένα ἂν τῶν ἄλλων ὑπέλαβες εἶναι θεὸν αὐτεξούσιον.
ὥσπερ γὰρ ἀνατείλας ὁ ἥλιος ἀποκρύπτει τοὺς ἀστέρας τῶν ἡμετέρων ὄψεων ἀθρόον τὸ ἑαυτοῦ καταχέας φέγγος, οὕτως ὅταν τῷ τῆς ψυχῆς ὄμματι ἀμιγεῖς καὶ καθαρώταται καὶ τηλαυγέσταται τοῦ φωσφόρου θεοῦ νοηταὶ ἐναστράψωσιν αὐγαί, κατιδεῖν οὐδὲν ἕτερον δύναται· ἐπιλάμψασα γὰρ ἡ τοῦ ὄντος ἐπιστήμη πάντα περιαυγάζει, ὡς καὶ τοῖς λαμπροτάτοις ἐξ ἑαυτῶν εἶναι δοκοῦσιν ἐπισκοτεῖν.
θεοῖς οὖν τοῖς ψευδωνύμοις οὐκ ἄν τις τὸν ἀληθῆ θεὸν συγκρίνειν ὑπέμενεν, εἴπερ ἀψευδῶς ἐγίνωσκεν αὐτόν· ἀλλ’ ἡ ἀνεπιστημοσύνη τοῦ ἑνὸς τὴν ἐπὶ πολλοῖς ὡς ὑπάρχουσι, πρὸς ἀλήθειαν [*](1 παγίως Turn.: πλαγίως codd. 4 σε GUH: σοι Fv 5 δόκησίν—ὠφελιμωτάτην om. GF 6 τά τοιαῦτα F ἀλογήσῃ G 10 ψευδοῦσαν H 11 βουλομένοις U 12 λέγει GU 13 ἀσεβείας L παραδικάζειν codd. ἐπισταμένως G 15 πάντων conicio τις πρεσβύτερος U θεῶ HL1 17 ἁπαξαπάντων FII 18 φὴς σύ GU: φησι H, φὴς F 19 ἀρχή H οὐδὲν ἧττον] εὐσέβειαν conicio 20 λέγεις G 21 ἀλήθειαν G, ἀλήθεια U, πρὸς ἀλήθειαν conicio 25 καθαρώτατοι Γ’ 28 ἐπισκοπεῖν H τις τὸν Cohn: πιστὸν codd., ποτε τὸν coniciebam 29 ὑπέμεινεν G 30 ὡς om. G ὑπάρχουσιν et οὖσιν H)
τῆς αὐτῆς προαιρέσεώς ἐστι πᾶς, ὅτῳ τὰ μὲν ψυχῆς ἀπέγνωσται, τὰ δὲ περὶ σῶμά τε καὶ ἐκτὸς χρώμασι καὶ σχήμασι πεποικιλμένα πρὸς ἀπάτην αἰσθήσεως εὐπαραγώγου θαυμάζεται.
καλεῖ δὲ τὸν τοιοῦτον ὁ νομοθέτης Λάβαν, ὃς τοὺς ἀληθεῖς τῆς φύσεως νόμους οὐ κατιδὼν ψευδογραφεῖ τοὺς παρὰ ἀνθρώποις φάσκων· „οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν“ (Gen. 29, 26).
οὗτος μὲν γὰρ τὴν ἐν χρόνοις τάξιν φυλάττειν οἴεται δεῖν, τὰ πρεσβύτερα πρότερον καὶ τὰ νεώτερα αὖθις εἰς κοινωνίαν ἄγεσθαι δικαιῶν. ὁ δὲ σοφίας ἀσκητὴς εἰδὼς καὶ φύσεις ἀχρόνους ὑπαρχούσας ἐφίεται καὶ νεωτέρων προτέρων καὶ πρεσβυτέρων ὑστέρων. ἔχει δὲ καὶ τὸν ἠθοποιὸν λόγον ἑαυτῷ συνᾴδοντα· τοῖς γὰρ ἀσκηταῖς ἀνάγκη πρότερον ἐντυχεῖν τῇ νεωτέρᾳ παιδείᾳ, ἵνα τῆς τελειοτέρας αὖθις ἀπόνασθαι βεβαίως δυνηθῶσι.
παρὸ καὶ μέχρι νῦν οἱ καλοκἀγαθίας ἐρασταὶ οὐ πρότερον ἐπὶ τὰς τῆς πρεσβυτέρας ἀφικνοῦνται θύρας φιλοσοφίας, πρὶν ἢ ταῖς νεωτέραις ἐντυχεῖν, γραμματικῇ καὶ γεωμετρίᾳ καὶ τῇ συμπάσῃ τῶν ἐγκυκλίων μουσικῇ· αὗται γὰρ σοφίαν τοῖς ἀδόλως καὶ καθαρῶς μνωμένοις ἀεὶ προξενοῦσιν.
ὁ δ’ ἀντισοφίζεται βουλόμενος τὴν πρεσβυτέραν ἡμᾶς ἀγαγέσθαι προτέραν, οὐχ ἵνα βεβαίως ἔχωμεν, ἀλλ’ ἵνα τοῖς τῆς νεωτέρας φίλτροις δελεασθέντες αὖθις τὸν ἐπ’ ἐκείνῃ πόθον ἐκλύσωμεν.
καὶ σχεδὸν τοῦτο συνέβη πολλοῖς τῶν ἀνοδίᾳ πρὸς παιδείαν χρησαμένων. ἔτι γάρ, ὡς ἔπος εἰπεῖν, ἀπ’ αὐτῶν σπαργάνων πρὸς τελειότατον ἐπιτήδευμα, φιλοσοφίαν, ἐλθόντες, ἀμύητοι τῶν ἐγκυκλίων εἰσάπαν οὐ δικαιώσαντες γενέσθαι ὀψὲ καὶ μόλις αὐτῶν ἅψασθαι διενοήθησαν. κἄπειτα ἀπὸ τῆς μείζονος καὶ πρεσβυτέρας ἐπὶ τὴν τῶν ἐλαττόνων καὶ νεωτέρων θέαν καταβάντες ἐνεγήρασαν αὐτοῖς, ὡς μηκέτ’ ἀναδραμεῖν ὅθεν ὥρμησαν ἰσχῦσαι.
διὰ τοῦτ’ [*](2 σῶμά τε καὶ scripsi: σώματα καὶ UFH, σῶμα καὶ G, σῶμα καὶ τὰ Mang. 3 ἀπαραγώγου H 4 τὸν om. Η 8 πρότερον GF: πρότερα UH 9. 10 φύσιν ἄχρονον ὑπάρχουσαν F2 11 ἠθοποιοῦ U, ἠθικὸν conicio. hic μεθημερινὸν H textus § 136 inde ab εἰσιόντι. continuatio § 48 usque ad § 106 λόγον—μεθημερινὸν invenitur fol. 376r sqq., inserta libri De migr. ἑ 12 12 τελεωτέρας H #x003E; αὖθις conicio 13 ἀπώνασθαι GD βεβαίως om. D δυνηθῶσιν U παρ’ ὃ UD 15. 16 γραμματικῇ—μουσικῇ om. U 17. 18 ὁ δ’—τὴν om. U 18 πρεσβυτέραν] ὁρᾶν U πρότερον H 20 ἐκείνην H πόνον ἐνδύσωμεν (immo ἐνδυσώμενθα) Mang. ἑλκύσωμεν U 21 ἀνοδίαν F 23 εἰς ἅπαν UH 24 ἀπὸ] ὑπὸ F) [*](11—15 DK fol. 248r ἐκ τοῦ περὶ μέθης: τοῖς ἀσκηταῖς σοφίας ἀνάγκη—ἐντυχεῖν)
ὁ δὲ συντελέσειν μὲν οὐχ ὑπισχνεῖται, „ἀναπληρώσειν“ (Gen. 29, 28) δ’ αὐτὴν ὁμολογεῖ, τουτέστι μηδέποτε ἐπιλείψειν τὰ πρὸς αὔξησιν καὶ συμπλήρωσιν αὐτῆς ἐπιτηδεύων, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ περιέξεσθαι, κἂν μυρία τὰ ἀντισπῶντα καὶ ἀνθέλκοντα ᾖ.
πάνυ δ’ ἐκδήλως τὸ τὰ ἔθη γυναιξὶ μᾶλλον ἢ ἀνδράσιν ἐπιτηδεύεσθαι δοκεῖ μοι παρίστασθαι διὰ τῶν Ῥαχὴλ τῆς μόνα τὰ αἰσθητὰ θαυμαζούσης λόγων· φησὶ γὰρ πρὸς τὸν πατέρα ἑαυτῆς· „μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν“ (Gen. 31, 35).
οὐκοῦν γυναικῶν ἴδιον τὸ ἔθεσι πείθεσθαι· καὶ γὰρ τῷ ὄντι ἀσθενεστέρας καὶ θηλυτέρας ψυχῆς τὸ ἔθος· ἀνδρῶν γάρ τοι ἡ φύσις, καὶ ἐρρωμένου
καὶ ἄρρενος ὡς ἀληθῶς λογισμοῦ ἕπεσθαι φύσει. καταπέπληγμαι δὲ τὸ ἀψευδὲς τῆς ψυχῆς τῆς ἐν τοῖς ἑαυτῆς διαλόγοις ὁμολογούσης, ὅτι οὐ δύναται τῶν φαινομένων ἀγαθῶν κατεξαναστῆναι, ἀλλ’ ἕκαστον αὐτῶν τέθηπε καὶ τιμᾷ καὶ μονονοὺχ ἑαυτῆς προκέκρικεν.
ἐπεὶ τίς ἡμῶν ἀντιστατεῖ πλούτῳ; τίς δὲ πρὸς δόξαν κονίεται; τίς δὲ τιμῆς ἢ ἀρχῆς καταπεφρόνηκε σχεδὸν τῶν ἔτι φυρομένων ἐν κεναῖς δόξαις; οὐδὲ εἷς τὸ παράπαν.
ἀλλ’ ἕως μὲν οὐδὲν τούτων πάρεστιν, ὑψηγοροῦμεν ὡς ὀλιγοδεΐας ἑταῖροι τὸν αὐταρκέστατον καὶ δικαιότατον καὶ ἐλευθέροις καὶ εὐγενέσιν ἁρμόττοντα περιποιούσης βίον· ἐπειδὰν δέ τινος τῶν εἰρημένων ἐλπὶς ἢ ἐλπίδος αὐτὸ μόνον αὔρα βραχεῖα καταπνεύσῃ, διελεγχόμεθα· ὑπείκοντες γὰρ εὐθὺς ἐνδίδομεν καὶ ἀντιβῆναι καὶ ἀντισχεῖν οὐ δυνάμεθα, [*](1 συντέλεσον τὰ F: συντελέσων τἄ G, συντελέσοντα U, συντελὲς τὰ Η τῷ] τὸ Η 2 τῆς om. FL 3 ἣν] ἧ G 4 καὶ δόξα καὶ πλοῦτος om. FL 6 ὁμιλεῖ Η τουτέστιν H μηδέποτ’ Η ἐπιλήψιν G 7 ἀλλ’ ἀεὶ καὶ Η: ἀλλ’ ἀεὶ U, ἀλλὰ καὶ GF περιέξεσθαι Mang.: περιέσεσθαι codd. 8 καὶ ἀνθέλκοντα om. G δὲ G γυναιξὶν U 14 ἐρρωμένη N 15 #x003E; ἕπεσθαι conicio 16 alterum τῆς om. Η 18 μόνον οὐχ F 20 φερομένων H, πεφυρμένων D 21 πάρεστι F 22 ἕτεροι D αὐταρκεστάτοις καὶ δικαιοτάτοις L καὶ δικαιότατον om. D 23 τινος om. D 24 αὐτῶ μόνον ἡ ἐλπίδος αὔρα transpos. D καταπνεύσει F διελεγχόμενα Η) [*](12—181,8 N fol. 164v οὐκοῦν—Ἰσαάκ. 17—181,3 DC fol. 245r Φίλωνος περὶ μέθης: οὐ δύναται τῶν φαινομένων ἀγαθῶν κατεξανίστασθαι ἡ τεθηλυμένη ψυχή, πλούτου καὶ δόξης τυχὸν ἡ ἀρχῆς ἢ τιμῆς. ἀλλ’ ἕως μὲν οὐδέν—αὐτομολοῦμεν. fol. 267r Φίλωνος ἐκ τοῦ περὶ μέθης: τίς τιμῆς—παράπαν.)
καὶ μήποτ’ εἰκότως· ἔτι γὰρ ἡμῖν ἔθη τὰ γυναικῶν ἐπιπεπόλακεν οὔπω δυνηθεῖσι τὰ μὲν ἐκνίψασθαι, πρὸς δὲ τὴν ἀνδρωνῖτιν μεταδραμεῖν ἑστίαν, καθάπερ λόγος ἔχει τὴν φιλάρετον διάνοιαν, ὄνομα Σάρραν·
αὕτη γὰρ εἰσάγεται διὰ τῶν χρησμῶν „τὰ γυναικεῖα πάντ’ ἐκλιποῦσα“ (Gen. 18,11), ἡνίκα τὸ αὐτομαθὲς γένος ὠδίνειν καὶ ἀποτίκτειν ἔμελλεν, ἐπίκλησιν Ἰσαάκ.