De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἐδιδάχθησαν δὲ ὑπὸ μὲν ὀρθοῦ λόγου, πατρός, τὸν πατέρα τῶν ὅλων τιμᾶν, ὑπὸ δὲ παιδείας, τῆς μητρός, τῶν θέσει καὶ νομιζομένων παρὰ πᾶσιν εἶναι δικαίων μὴ ὀλιγωρεῖν.

ἡνίκα γοῦν ὁ ἀσκητὴς Ἰακὼβ καὶ τοὺς ἀρετῆς ἄθλους διαθλῶν ἔμελλεν ἀκοὰς ὀφθαλμῶν ἀντιδιδόναι καὶ λόγους ἔργων καὶ προκοπὰς τελειότητος, τοῦ φιλοδώρου θεοῦ βουληθέντος αὐτοῦ τὴν διάνοιαν ἐνομματῶσαι, ἵνα ταῦτ’ ἐναργῶς ἴδῃ ἃ πρότερον ἀκοῇ παρελάμβανε—πιστοτέρα γὰρ ὄψις ὤτων—, ἐπήχησαν οἱ χρησμοί· „οὐ κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται σου τὸ ὄνομα, ὅτι ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός“ (Gen. 32, 28). Ἰακὼβ μὲν οὖν μαθήσεως καὶ προκοπῆς ὄνομα, ἀκοῆς ἐξηρτημένων δυνάμεων, Ἰσραὴλ δὲ τελειότητος·

ὅρασιν γὰρ θεοῦ μηνύει τοὔνομα. τελειότερον δὲ τί ἂν εἴη τῶν ἐν ἀρεταῖς ἢ τὸ ὄντως ὂν ἰδεῖν; ὁ δὴ κατιδὼν τἀγαθὸν τοῦτο παρ’ ἀμφοτέροις ἀνωμολόγηται τοῖς γονεῦσιν εὐδόκιμος, ἰσχὺν μὲν τὴν ἐν θεῷ, δύναμιν δὲ τὴν παρὰ ἀνθρώποις εὑράμενος.

εὖ μοι δοκεῖ καὶ ἐν Παροιμίαις εἰρῆσθαι „προνοούντων καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων“ (Prov. 3,4), ἐπειδὴ δι’ ἀμφοτέρων παντελὴς ἡ κτῆσις τἀγαθοῦ περιγίνεται· διδαχθεὶς γὰρ φυλάσσειν νόμους πατρὸς καὶ μὴ ἀπωθεῖσθαι θεσμοὺς μητρὸς θαρρήσεις ἐπισεμνυνόμενος εἰπεῖν· „υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός“ (Prov. 4, 3). ἀλλ’ οὐκ ἔμελλες, εἴποιμ’ ἂν αὐτῷ, στέργεσθαι φυλάττων μὲν τὰ παρὰ γενητοῖς καθεστῶτα νόμιμα διὰ πόθον κοινωνίας, φυλάττων δὲ καὶ τοὺς τοῦ ἀγενήτου θεσμοὺς δι’ εὐσεβείας ἔρωτα καὶ ζῆλον;

τοιγάρτοι καὶ θεοπρόπος Μωυσῆς διὰ τῆς τῶν κατὰ τὸν νεὼν δημιουργίας ἱερῶν τὴν ἐν [*](1 ἦσαν] ὑστέρησαν conicio τῶν ἑτέρων γονέων v 1. 2 τῶν ἀμφοτέρων γονέων et οὐχ ἡμιτελεῖς coni. Mang. τῆς ἀρετῆς scripsi: τὴν ἀρετὴν codd., τῇ ἀρετῇ v 2 οὗτοι τοίνυν scripsi: οὐ τοίνυν GUFL, οὗτοι νῦν Η 3 λόγος om. FL ἐθνῶν G 4 ἡ μήτηρ conicio 8 λόγον H 10 παρελάμβανεν Η 11 ὤτων] αὐτῶν Η ἐπήχησαν FH: ἐπήχθησαν G, ὑπήχησαν U σου] αὐτοῦ L 13 δυνατῶς v 16 ὂν H: om. GUF 18.19 ἀνθρώποις—ἐνώπιον om. F εὑράμενος—ἀνθρώπων om. L 19 προνοοῦ conicio 20 ἀμφοτέροις H ἡ] τ᾿ ἡ Η 21 ἀπωθεῖσθαι UH: ἀθετεῖσθαι GF 23 προσώποις H 24 παρὰ] περὶ FL, παρὰ τοῖς conicio γεννητοῖς Η 25 νόμιμα] cf. ad p. 182, 12 τοῦ om. H 25. 26 ἀγεννήτου UH 26 θεοτρόπος F, ὁ θεοπρόπος conicio 27 τῶν om. H) [*](7 sqq. cf, Clementem Strom. I § 31 p. 334 P)

v.2.p.186
ἀμφοτέροις τελειότητα διαδείξει· οὐ γὰρ ἀπερισκέπτως ἡμῖν τὴν κιβωτὸν ἔνδοθέν τε καὶ ἔξωθεν χρυσῷ περιαμπίσχει (Exod. 25, 10), οὐδὲ στολὰς τῷ ἀρχιερεῖ διττὰς ἀναδίδωσιν (Exod. 28, 4), οὐδὲ βωμοὺς δύο, τὸν μὲν ἔξω πρὸς τὰ ἱερεῖα, τὸν δὲ πρὸς τὸ ἐπιθυμιᾶν ἔνδον δημιουργεῖ (Exod. 27,1. 30, 1), ἀλλὰ βουλόμενος διὰ συμβόλων τούτων τὰς καθ’ ἑκάτερον εἶδος ἀρετὰς παραστῆσαι.

τὸν γὰρ σοφὸν κἀν τοῖς κατὰ ψυχὴν ἔνδον ἀοράτοις κἀν τοῖς ἔξω περιφαινομένοις δεῖ τῇ παντὸς τιμιωτέρᾳ χρυσοῦ φρονήσει κεκοσμῆσθαι, καὶ ὁπότε μὲν τῶν ἀνθρωπείων σπουδασμάτων ὑποκεχώρηκε τὸ ὂν θεραπεύων μόνον, τὴν ἀποίκιλον ἀληθείας ἐνδύεσθαι στολήν, ἧς οὐδὲν ἐφάψεται θνητόν—καὶ γάρ ἐστι λινῆς ὕλης ἐξ οὐδενὸς τῶν πεφυκότων ἀποθνῄσκειν γεννωμένης—, ὁπότε δὲ μέτεισι πρὸς πολιτείαν, τὴν μὲν ἔνδον ἀποτίθεσθαι, ποικιλωτάτην δὲ καὶ ὀφθῆναι θαυμασιωτάτην ἑτέραν ἀναλαμβάνειν· πολύτροπος γὰρ ὢν ὁ βίος ποικιλωτάτου δεῖται τὴν σοφίαν τοῦ πηδαλιουχήσοντος κυβερνήτου.

οὗτος κατὰ μὲν τὸν περιφανῆ βωμὸν ἢ βίον καὶ δορᾶς καὶ σαρκῶν καὶ αἵματος καὶ πάντων ὅσα περὶ σῶμα δόξει πολλὴν ποιεῖσθαι πρόνοιαν, ὡς μὴ μυρίοις ἀπέχθοιτο κρίνουσιν ἀγαθὰ μετὰ τὰ ψυχῆς δευτερείοις τετιμημένα τὰ περὶ σῶμα, κατὰ δὲ τὸν ἔνδον πᾶσιν ἀναίμοις, ἀσάρκοις, ἀσωμάτοις, τοῖς ἐκ λογισμοῦ μόνοις χρήσεται, ἃ λιβανωτῷ καὶ τοῖς ἐπιθυμιωμένοις ἀπεικάζεται· ὡς γὰρ ταῦτα ῥῖνας, ἐκεῖνα τὸν ψυχῆς

ἅπαντα χῶρον εὐωδίας ἀναπίμπλησι. χρὴ μέντοι μηδὲ τοῦτ’ ἀγνοεῖν, ὅτι ἡ σοφία τέχνη τεχνῶν οὖσα δοκεῖ μὲν ταῖς διαφόροις ὕλαις ἐναλλάττεσθαι, τὸ δ’ αὑτῆς ἀληθὲς εἶδος ἄτρεπτον ἐμφαίνει τοῖς ὀξυδορκοῦσι καὶ μὴ τῷ περικεχυμένῳ τῆς οὐσίας ὄγκῳ μεθελκομένοις, ἀλλὰ τὸν ἐνεσφραγισμένον ὑπὸ τῆς τέχνης αὐτῆς χαρακτῆρα διορῶσι.

τὸν ἀνδριαντοποιὸν Φειδίαν ἐκεῖνον καὶ χαλκὸν λαβόντα φασὶ καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄλλας διαφόρους ὕλας ἀνδριάντας ἀπεργάσασθαι καὶ ἐν [*](3 ἀναδίδωσι Η, ἀναδίδοσθαι U 6 ἑκάτερα H κἀν UF: καὶ G, om. Η 7. 8 τὴν παντὸς τιμιωτέραν F 8 κεκομῆσθαι F, κεκοσμεῖσθαι H ἀνθρωπίνων H 9 θεραπεύσων coni. Mang. 10 ἐνδύσασθαι U 10. 11 ἐστιν λιλῆς (sic) Η 11 γεννωμένη coni. Mang. 12 μέγ’ εἰσὶ ’F ἔνδον] λινῆν coni. Mang. 12. 13 ποικιλοτάτην τε U 14 ποικιλῶ Η, ποικιλωτάτην L, ποικιλωτάτης V δεῖνται Η τῆς σοφίας v πηδαλιουχήσοντος GUF: πηδαλιουχήσαντος H, πηδάλιον σχήσοντος v 16 πάντων om. Η 17 μετὰ ψυχὴν Η 18 τὸν] τὴν Η 19 χρῆσθαι FL λιβανωτὸν U 20 ἐπιθυμωμένοις U 21 μηδὲν Η 22 διαφοραῖς H 23 αὐτῆς Turn.: αὐτῆς codd. 25 ἐσφραγισμένον GU αὐτῆ G διορῶσα U 26 Φειδίας Η 27 ἀνδριάντα U, ἀδριάντας H)

v.2.p.187
ἅπασι τούτοις μίαν καὶ τὴν αὐτὴν ἐνσημήνασθαι τέχνην, ὡς μὴ μόνον ἐπιστήμονας, ἀλλὰ καὶ λίαν ἰδιώτας τὸν δημιουργὸν ἀπὸ τῶν δημιουργηθέντων γνωρίσαι·

καθάπερ γὰρ ἐπὶ τῶν διδύμων ἡ φύσις χρησαμένη τῷ αὐτῷ πολλάκις χαρακτῆρι παρὰ μικρὸν ἀπαραλλάκτους ὁμοιότητας ἐτύπωσε, τὸν αὐτὸν τρόπον καὶ ἡ τελεία τέχνη, μίμημα καὶ ἀπεικόνισμα φύσεως οὖσα, ὅταν διαφόρους ὕλας παραλάβῃ, σχηματίζει καὶ ἐνσφραγίζεται τὴν αὐτὴν ἁπάσαις ἰδέαν, ὡς ταύτῃ μάλιστα συγγενῆ· καὶ ἀδελφὰ καὶ δίδυμα τὰ δημιουργηθέντα γενέσθαι.

ταὐτὸν οὖν καὶ ἡ ἐν τῷ σοφῷ δύναμις ἐπιδείξεται· πραγματευομένη γὰρ τὰ περὶ τοῦ ὄντος εὐσέβεια καὶ ὁσιότης ὀνομάζεται, τὰ δὲ περὶ οὐρανοῦ καὶ τῶν κατ’ αὐτὸν φυσιολογία, μετεωρολογικὴ δὲ τὰ περὶ τὸν ἀέρα καὶ ὅσα κατὰ τὰς τροπὰς αὐτοῦ καὶ μεταβολὰς ἔν τε ταῖς ὁλοσχερέσιν ἐτησίοις ὥραις καὶ ταῖς ἐν μέρει κατά τε μηνῶν καὶ ἡμερῶν περιόδους πέφυκε συνίστασθαι, ἠθικὴ δὲ τὰ πρὸς ἀνθρωπίνων ἐπανόρθωσιν ἠθῶν, ἧς ἰδέαι πολιτική τε ἡ περὶ πόλιν καὶ ἡ περὶ οἰκίας ἐπιμέλειαν οἰκονομική, συμποτική τε ἡ περὶ τὰ συμπόσια καὶ τὰς εὐωχίας, ἔτι δ’ αὖ ἡ μὲν περὶ ἀνθρώπων ἐπιστασίαν βασιλική, ἡ δὲ περὶ προστάξεις καὶ ἀπαγορεύσεις νομοθετική·

πάντα γὰρ ταῦτα ὁ πολύφημος ὡς ἀληθῶς καὶ πολυώνυμος σοφὸς κεχώρηκεν, εὐσέβειαν, ὁσιότητα, φυσιολογίαν, μετεωρολογίαν, ἠθοποιίαν, πολιτείαν, οἰκονομίαν, βασιλικήν, νομοθετικήν, ἄλλας μυρίας δυνάμεις, καὶ ἐν ἁπάσαις ἓν εἶδος καὶ ταὐτὸν ἔχων ὀφθήσεται.

διειλεγμένοι δὲ περὶ τῶν ἐν τοῖς ἐκγόνοις τεττάρων τάξεων οὐκ ἂν οὐδὲ ἐκεῖνο παρίδοιμεν, ὃ γένοιτ’ ἂν τῆς διαιρέσεως καὶ τομῆς τῶν κεφαλαίων ἐναργεστάτη πίστις· τοῦ γὰρ μετεωρισθέντος καὶ φυσηθέντος ὑπ’ ἀνοίας παιδὸς οἱ γονεῖς τὸν τρόπον τοῦτον κατηγόρησαν εἰπόντες „ὁ υἱὸς ἡμῶν οὗτος“ (Deut. 21,20), δεικνύντες τὸν ἀπειθῆ καὶ ἀπαυχενίζοντα.

διὰ γὰρ τῆς δείξεως τῆς „οὗτος“ ἐμφαίνουσιν ὅτι καὶ ἑτέρους ἐγέννησαν, τοὺς μὲν τῷ ἑτέρῳ, τοὺς δ’ ἀμφοτέροις καταπειθεῖς, λογισμοὺς εὐφυεῖς, ὧν παράδειγμα Ῥουβήν· φιληκόους καὶ φιλομαθεῖς ἑτέρους, ὧν ἐστι Συμεών, ἀκοὴ γὰρ οὗτος ἑρμηνεύεται· πρόσφυγας [*](3 τῶν om. U 6. 7 ἐνσφραγίζεται U: ἐσφραγίζεται (t, ἐνσφραγίζει Η, ἐμφράζεται FL 7 ἅπασαν H ταυτὶ U 10 κατ’ αὐτὸν GF: περὶ αὐτὸν U, αὐτοῦ Η 12 prius ταῖς] τοῖς U 14 ἐπανόρθωσις Η ἰδέαι] εἴδη coni. Mang. περὶ Μang. πρὸς codd. 15 περὶ Mang.: πρὸς codd. οἰκίας FG: οἰκίαν GU ἐπιμέλειαν Η: ἐπιμέλεια GUF 16 αὖ] ἄν H 19 ἠθικήν coni. Mang. πολιτικὴν conicio post οἰκονομίαν fort. add. συμποτικήν 22 ἐγγόνοις G 24 καὶ φυσηθέντος om. U 25 ὁ υἱὸς] οὗτος FL δεικνύοντες L 26 ἀπαυχενιάζοντα U 27 alterum τοὺς] τοῖς Η2 ἀμφοτέρους GH 28 Ῥουβήν Cohn: Ῥουβίμ UF, Ῥουβείμ GH)

v.2.p.188
καὶ ἱκέτας θεοῦ, Λευιτῶν ὁ θίασος οὗτος· τὸν εὐχαριστητικὸν ὕμνον ᾄδοντας οὐ γεγωνῷ φωνῇ μᾶλλον ἢ διανοίᾳ, ὧν ἔξαρχος Ἰούδας· διὰ τὴν μετὰ πόνων ἀρετῆς κτῆσιν ἑκούσιον μισθῶν καὶ δωρεῶν ἀξιωθέντας, ὥσπερ Ἰσσάχαρ· μετανάστας ἀπὸ τῆς Χαλδαϊκῆς μετεωρολογικῆς θεωρίας γεγονότας εἰς τὴν περὶ τοῦ ἀγενήτου σκέψιν, ὡς Ἀβραάμ· αὐτήκοον καὶ αὐτομαθῆ κτησαμένους ἀρετήν, ὥσπερ Ἰσαάκ· λήματος καὶ ἰσχύος πλήρεις καὶ φίλους τῷ θεῷ, καθάπερ Μωυσῆν τὸν τελειότατον.

εἰκότως οὖν τὸν ἀπειθῆ καὶ ἐρεθιστὴν καὶ συμβολὰς εἰσφέροντα, τουτέστι συμβάλλοντα καὶ συνάπτοντα ἁμαρτήματα ἁμαρτήμασι, μεγάλα μικροῖς, νέα παλαιοῖς, ἑκούσια ἀκουσίοις, καὶ ὥσπερ ὑπ’ οἴνου φλεγόμενον ἄληκτον καὶ ἀνεπίσχετον μέθην τοῦ βίου παντὸς καταμεθύοντα καὶ παροινοῦντα διὰ τὸ τοῦ τῆς ἀφροσύνης πόματος ἀκράτου καὶ πολλοῦ σπάσαι καταλεύειν ὁ ἱερὸς λόγος δικαιοῖ, ὅτι καὶ τὰς ὀρθοῦ λόγου προστάξεις τοῦ πατρὸς καὶ τὰς παιδείας τῆς μητρὸς νομίμους ὑφηγήσεις ἀνεῖλε καὶ παράδειγμα ἔχων τὸ καλοκἀγαθίας, τοὺς τοῖς γονεῦσιν εὐδοκίμους ἀδελφούς, τὴν τούτων ἀρετὴν οὐκ ἐμιμήσατο, τοὐναντίον δὲ καὶ προσεπιβαίνειν ἠξίωσεν, ὡς θεοπλαστεῖν μὲν τὸ σῶμα, θεοπλαστεῖν δὲ τὸν παρ’ Αἰγυπτίοις μάλιστα τιμώμενον τῦφον, οὗ σύμβολον ἡ τοῦ χρυσοῦ ταύρου κατασκευή, περὶ ὃν χοροὺς ἱστάντες οἱ φρενοβλαβεῖς ᾄδουσι καὶ ἐξάρχουσιν, οὐ παροίνιον καὶ κωμαστικὸν οἷα ἐν ἑορταῖς καὶ θαλίαις ἥδιστον μέλος, ἀλλὰ τὸν ὡς ἐπὶ τεθνεῶσιν ἀληθῆ θρῆνον αὑτοῖς, ὥσπερ ἔξοινοι καὶ τῆς ψυχῆς τὸν τόνον ὑπεκλύσαντές τε καὶ φθείραντες·

λέγεται γὰρ ὅτι „ἀκούσας Ἰησοῦς τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων εἶπε πρὸς Μωυσῆν· φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. καὶ λέγει· οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω. καὶ ἡνίκα ἤγγιζε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς“ (Exod. 32, 17—19). ἃ δὲ διὰ τούτων αἰνίττεται,

παραστήσωμεν, ὡς ἂν οἷοί τε ὦμεν· τὰ περὶ ἡμᾶς τοτὲ μὲν [*](1 τόν om. U εὐχαριστητικὸν G: εὐχαριστικὸν ceteri 3 ἑκουσίων coni. Mang. μισθὸν U, μεθ’ ὧν Η 3. 4 ἀξιωθέντας U: ἄν ἀξιωθέντας FH, ἀναξιωθέντας G 4 ἰσάχαρ 5 ἀγενήτου G: ἀγεννήτου UFH Ἁβραὰμ H 6 λήματος Mang.: λήμματος codd. 7 Μωυσῆς G 8 ἀναπειθῆ G ἐραστὴν H 9 ἀνάπτοντα F 10 ἑκουσίοις Tiiru. ὑπὸ G 11 τοῦ] διὰ τοῦ coui. Mang. 12 τὸ τοῦ τῆς UF: τοῦ τῆς G, τοῦτο II 13 σπᾶσθαι G καταχεύειν G 14 τὰς] τῆς Η 15 τὸ] τῆς H 16 ἐμνήσατο H 16. 17 καὶ τοσοῦτον τῆς ἀσεβείας ἐπιβαίνειν conicio 18 τιμώμενον] τυφόμενον H 18 οὗ] οἶς FL 20 παροίμιον U θαλείαις U 21 αὑτοῖς scripsi: αὐτῶν codd., αὐτῶν v 22 ἐξοινεῖ U τῆς ψυχῆς τὸν τόνον FL: τὴν ψυχὴν τῶν τόνων GUH 23 τῆς φωνῆς addidi 26 ἤγγικεν ἐν τῆ παρεμβολῆ Η, ἤγγιζεν ἡ παρεμβολή U 28 παραστήσομεν FH μὲν] μὲν γὰρ H)

v.2.p.189
ἠρεμεῖ, τοτὲ δὲ ὁρμαῖς καὶ ἐκβοήσεσιν ἀκαίροις ὡσανεὶ χρῆται· καὶ ἔστιν ἡ μὲν ἡσυχία τούτων εἰρήνη βαθεῖα, τὰ δὲ ἐναντία πόλεμος ἄσπονδος.

μάρτυς δ’ ὁ πεπονθὼς ἀψευδέστατος· ἀκούσας γὰρ τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων λέγει πρὸς τὸν σκεπτικὸν καὶ ἐπίσκοπον τῶν πραγμάτων· „φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ.“ ἕως μὲν γὰρ οὐκ ἐκινοῦντο καὶ ἐκεκράγεσαν ἐν ἡμῖν αἱ ἄλογοι ὁρμαί, σταθερώτερον ὁ νοῦς ἵδρυτο· ἐπειδὴ δὲ ἤρξαντο πολύφωνον καὶ πολύηχον ἀπεργάζεσθαι τὸ ψυχῆς χωρίον τὰ πάθη συγκαλοῦσαι καὶ ἀνεγείρουσαι, στάσιν ἐμφύλιον ἐγέννησαν.

ἐν δὲ τῷ στρατοπέδῳ ὁ πόλεμος, φυσικώτατα· ποῦ γὰρ ἀλλαχόθι ἔριδες, μάχαι, φιλονεικίαι, πάνθ’ ὅσα ἔργα ἀκαθαιρέτου πολέμου, πλὴν ἐν τῷ μετὰ σώματος βίῳ, ὃν ἀλληγορῶν καλεῖ στρατόπεδον; τοῦτον εἴωθεν ἀπολιπεῖν ὁ νοῦς, ὅταν θεοφορηθεὶς πρὸς αὐτῷ τῷ ὄντι γένηται καταθεώμενος τὰς ἀσωμάτους ἰδέας· „λαβὼν“

γάρ φησι „Μωυσῆς τὴν ἑαυτοῦ σκηνὴν ἔπηξεν ἔξω τῆς παρεμβολῆς“, καὶ οὐ πλησίον, ἀλλὰ πορρωτάτω καὶ „μακρὰν ἀπὸ τῆς παρεμβολῆς“ (Exod. 33, 7). αἰνίττεται δὲ διὰ τούτων, ὅτι ὁ σοφὸς μέτοικος καὶ μετανάστης ἐστὶν ἀπὸ πολέμου πρὸς εἰρήνην καὶ ἀπὸ τοῦ θνητοῦ καὶ πεφυρμένου στρατοπέδου πρὸς τὸν ἀπόλεμον καὶ εἰρηναῖον λογικῶν καὶ εὐδαιμόνων ψυχῶν βίον θεῖον.