De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὸν οὖν ἀπειθῆ καὶ φίλεριν καὶ λόγων πιθανότητας ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους ἐπὶ καθαιρέσει τοῦ καλοῦ πορίζοντα καὶ ἀκράτῳ φλεγόμενον καὶ καταμεθύοντα ἀρετῆς καὶ παροινίας ἐκτόπους εἰς αὐτὴν παροινοῦντα δίκαιον ἦν κατηγόρους μὲν τοὺς ἄλλοις συμμάχους λαβεῖν, πατέρα καὶ μητέρα, φθορὰν [*](2 ὑπολίπηται U αὐτῶ Η νόμος U 3. 4 πολὐχοος Η 4 πολυφθορώτατον L 4. 5 ἐσταλμαῖον H, ἐσταλαῖαν L 5 τὸ ἀγαθὸν G οὖν GUF: αὖθις H, δὲ Max. 6. 7 πολλοῖς προσμαθόντας δικαιοπραγεῖν μεθ’ ὧν τὸ δικαιοπραγεῖν H ἀλλ’ ὀλίγοις Mang. 7 καὶ μέγιστον τοίνυν H ἦν om. Η 11 αἰεὶ UF: ἀεὶ G, καίει Η, καίειν Turn. ἐμπιπρᾶσαν F: ἐμπιπρῶσαν ceteri 12 μοχθηρὰ Η λέξεται F 13 τὸν] τὸ U 14. 15 ἐμφολεύουσιν Η 17 ὥσπερ τινὰς om. H 18 ἀκράτως U μεθύοντα καὶ καταφλεγόμενον F 19 ἐκτόπους scripsi: ἐκτόπως codd. αὐτὴν GUFN: αὐτὸν H ἦν] οὖν F 19. 20 κατηγόρους μὲν τοὺς ἄλλοις ἄλλως Cohn) scripsi: κατηγόρους μὲν τοὺς Η, κατηγορουμένους οἱ ἄλλοι GU, κατηγορούμενον τοὺς ἄλλους FN 20 φθορὰν addidi) [*](3—5 τῆ Ciem. Paedag. ΙΙΙ § 27 p. 269 P: „οὐκ ἔσῃ δὲ μετά πολλῶν“ φησίν οὐδὲ προσθήσῃ μετὰ πλήθους, ὅτι ἡ σοφία ἐν ὀλίγοις, ἀταξία δὲ ἐν πλήθει καταφαίνεται. 3—5 DK fol. 115v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ μέθης DL fol. 25r DR fol. 39r Φίλωνος τοῦ περὶ μέθης α΄ Flor. Paris. No. 5 (Barb. I 158): τῷ ὄντι—τὸ ἀγαθόν. pergit Barb. ad. iin. 7 συμφέρεσθαι—DK fol. 256v Φίλωνος ἐκ τ περὶ μέθης β΄, DL fol. 64r fol. 32v DP fol. ν Φίλωνος) DV p. 688: ἐσταλμένον καὶ σπάνιον τὸ ἀγαθόν. 16—176,18 N fol. 164r τὸν οὖν ἀπειθῆ—οἴσομεν)

v.2.p.176
δὲ ἐνδέξασθαι παντελῆ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν τῶν οἵων τε. σῴζεσθαι.

πατρὸς δὲ καὶ μητρὸς κοιναὶ μὲν αἱ κλήσεις, διάφοροι δ’ αἱ δυνάμεις. τὸν γοῦν τόδε τὸ πᾶν ἐργασάμενον δημιουργὸν ὁμοῦ καὶ πατέρα εἶναι τοῦ γεγονότος εὐθὺς ἐν δίκῃ φήσομεν, μητέρα δὲ τὴν τοῦ πεποιηκότος ἐπιστήμην, ᾗ συνὼν ὁ θεὸς οὐχ ὡς ἄνθρωπος ἔσπειρε γένεσιν. ἡ δὲ παραδεξαμένη τὰ τοῦ θεοῦ σπέρματα τελεσφόροις ὠδῖσι τὸν μόνον καὶ ἀγαπητὸν αἰσθητὸν υἱὸν ἀπεκύησε, τόνδε τὸν κόσμον.

εἰσάγεται γοῦν παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ ἡ σοφία περὶ αὑτῆς λέγουσα τὸν τρόπον τοῦτον· „ὁ θεὸς ἐκτήσατό με πρωτίστην τῶν ἑαυτοῦ ἔργων, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με“ (Prov. 8,22)· ἦν γὰρ ἀναγκαῖον τῆς μητρὸς καὶ τιθήνης τῶν ὅλων πάνθ’ ὅσα εἰς γένεσιν ἦλθεν εἶναι νεώτερα.

τούτων οὖν τῶν γονέων τίς ἱκανὸς ὑποστῆναι κατηγορίαν; ἀλλ’ οὐδὲ μετρίαν ἀπειλὴν ἢ ἐλαφροτάτην κατάμεμψιν. οὐδὲ γὰρ τῶν δωρεῶν ἱκανὸς οὐδεὶς χωρῆσαι τὸ ἄφθονον πλῆθος, ἴσως δὲ οὐδ’ ὁ κόσμος, ἀλλ’ οἷα βραχεῖα δεξαμενὴ μεγάλης ἐπιρρεούσης τῶν τοῦ θεοῦ χαρίτων πηγῆς τάχιστα ἀποπληρωθήσεται, ὡς ἀναβλύσαι τε καὶ ὑπερεκχεῖσθαι. εἰ δὲ τὰς εὐεργεσίας ἀδυνατοῦμεν δέχεσθαι, τὰς κολαστηρίους δυνάμεις πῶς ἐπιφερομένας οἴσομεν;