De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τοὺς μὲν δὴ τοῦ παντὸς γονεῖς ὑπεξαιρετέον τοῦ παρόντος λόγου, τοὺς δὲ φοιτητὰς καὶ γνωρίμους αὐτῶν τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰληχότας ψυχῶν, ὅσαι μὴ ἀνάγωγοι καὶ ἄμουσοι, νῦν ἐπισκεψώμεθα. πατέρα τοίνυν εἶναί φαμεν τὸν ἄρρενα καὶ τέλειον καὶ ὀρθὸν λόγον, μητέρα δὲ τὴν μέσην καὶ ἐγκύκλιον χορείαν τε καὶ παιδείαν· οἷς καλὸν καὶ συμφέρον ὡς ἂν ἔκγονον τοκεῦσι πείθεσθαι.

τοῦ μὲν οὖν πατρός, ὀρθοῦ λόγου, [*](1 δὲ ἐνδέξασθαι GUFN: δέον ἐνδέξασθαι TI πρὸς UFHN: om. G οἷόν τε N 2 σώζειν conicio δὲ UHN αἱ om. H Anton. 3 τὸ πᾶν τόδε Anton. 4 γεγονότος] λέγοντος U φήσωμεν Anton. μητέρα] πατέρα N 5 ὁ om. Anton. ὡς] ὁ U 6 τὸ et σπέρμα H θεοῦ] κυρίου Anton. 7 μόνον καὶ om. Anton. post ἀγαπητὸν add. καὶ Anton. 8 αὐτῆς codd. 9 ἐκτίσατο Η 11 ἦλθε Η 12 νεώτερον N 15 οὐδὲ Ν ἀλλὰ βραχέα δεξάμενος D 15. 16 μεγάλαις ἐπιρρεούσαις τῶν θεοῦ χαρισμάτων δωρεαῖς τάχιστα D 15 ἐπιρεούσης U, ἐπιρροῆς N 16 ἀναβλύσαι GUFN Max.: ἀναβλεῖσθαι Η, ἀναβλύζεσθαι D, ἀναβλύζειν v τε om. FD Max. 17 δέξασθαι D2R 21 ἐπισκεψόμεθα G 22 μέσην Mang.: ἴσην codd.) [*](2. 3 DR fol. 131v Φίλωνος (Anton. Mel. II 9 col. 1044): πατρὸς καὶ μητρὸς—διάφοροι δέ δυνάμεις. pergit Anton. Mel. usque ad lin. 7 υἱὸν ἀπέτεκεν. 14—18 DK 142v τοῦ αὐτοῦ: δεύτεροι (sc. περὶ μέθης, falso δεύτερον ad Philonis verba rettulit) et fol. 277r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ μέθης Maximi eod. Barber. I 158: τῶν θείων οὐδὲ γὰρ τῶν Barb.) δωρεῶν ἱκανὸς—οἴσομεν.)

v.2.p.177
παράγγελμα ἕπεσθαι καὶ ἀκολουθεῖν τῇ φύσει γυμνὴν καὶ ἀπημφιασμένην ἀλήθειαν μεταδιώκοντας, παιδείας δέ, τῆς μητρός, θέσει δικαίοις προσέχειν, ἃ κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας ἔθεντο οἱ πρῶτοι δόκησιν πρὸ ἀληθείας ἀσπασάμενοι.

τοῖς γονεῦσι τούτοις τέτταρες παίδων εἰσὶ τάξεις, ἡ μὲν ἀμφοτέροις καταπειθής, ἡ δ’ οὐδετέρῳ προσέχουσα, ἐναντία τῇ προτέρᾳ, τῶν δ’ ἄλλων ἡμιτελὴς ἑκατέρα· ἡ μὲν γὰρ αὐτῶν φιλοπάτωρ σφόδρα γεγονυῖα τῷ μὲν προσέχει, μητρὸς δὲ καὶ τῶν ἐπισκήψεων αὐτῆς ἀλογεῖ, ἡ δ’ ἔμπαλιν φιλομήτωρ εἶναι δοκοῦσα τῇ μὲν πάντα ὑπηρετεῖ, τῶν δὲ τοῦ πατρὸς ἥκιστα φροντίζει. ἡ μὲν οὖν πρώτη τὰ κατὰ πάντων ἆθλα οἴσεται νικητήρια, ἡ δ’ ἀντίπαλος ἧτταν ὁμοῦ καὶ φθορὰν ἀναδέξεται, τῶν δ’ ἄλλων ἑκατέρα, ἡ μὲν δευτερείων, ἡ δὲ τρίτων ἄθλων μεταποιήσεται, δευτερείων μὲν ἡ πειθαρχοῦσα πατρί, τρίτων δ’ ἡ τῇ μητρί.

τῆς μὲν οὖν φιλομήτορος ταῖς τῶν πολλῶν δόξαις ὑπεικούσης καὶ κατὰ τὰς πολυτρόπους τοῦ βίου ζηλώσεις παντοδαπὰς μεταβαλλούσης ἰδέας Αἰγυπτίου Πρωτέως τὸν τρόπον, ὃς τῷ πάνθ’ ὅσα ἐν τῷ παντὶ πεφυκέναι γίνεσθαι τὸ ἀληθὲς ἀδηλούμενον ἔσχεν εἶδος, τύπος ἐναργέστατος Ἰοθόρ, πλάσμα τύφου, πρὸς πόλιν καὶ πολιτείαν συγκλύδων καὶ μιγάδων ἀνθρώπων κεναῖς αἰωρουμένων δόξαις μάλιστα ἁρμόττων.