De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὸν δὲ κομίζοντα τὰς συμβολὰς καὶ ταύτῃ μάλιστ’ ἄν τις αἰτιάσαιτο, ὅτι οὐ μόνον ἀδικεῖν, ἀλλὰ καὶ συναδικεῖν ἔγνωκεν ἑτέροις ἀξιῶν τὰ μὲν αὐτὸς εἰσηγεῖσθαι, τὰ δ’ εἰσηγουμένων ἄλλων [*](1 συμβουλάς U φέρει L 2. 3 ἀκροτάτου] ἐπαρατοτάτου coni. Mang. 3 κακοῦ addidi 5 ἐπίμονοι Mang.: ἐπίπονοι codd. 8—10 ἄθλους ζημιουμένους τὰ πάντα Barocc. Max. ceteris omissis 8 ἔτι G 9 τινος G 11 κατα- κλῶσι G1, σαταχαλῶσι G2 διαθρύπτουσι Barocc. Max. 12 δυνάμεις] ἡδονὰς Barocc. τρυφῶν L2 13 τὸν U: om. GUF 15 αὐτῆς] αὐτοῖς F 16 ἔτι— δικαιοσύνην om. GF 17 συμβολοκοπῶν H 18 ἐπιτηδεύματα H 21 Ἀβραὰμ FH 22 σκοπῆς U Χοδολλαγόμορ GF: Χολοδογόμορ UH, Χολογομόδορ L, Χοδολλογόμορ Mang. μεταυτόν F 23 κόπτει Η) [*](6—13 Mel. Barocc fol. 134r τοῦ Φίλωνος Maximi cod. Barber. I 158: ἰδεῖν μέντοι χρὴ καὶ τοὺς—δύεσθαι.)

v.2.p.175
ἀκροᾶσθαι, ὅπως καὶ φύσει καὶ μαθήσει διαμαρτάνων μηδεμίαν εἰς σωτηρίαν ὑπολείπηται χρηστὴν ἐλπίδα ἑαυτῷ, καὶ ταῦτα νόμου διειρηκότος "μὴ γίνεσθαι μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23,2)·

τῷ γὰρ ὄντι πολύχουν μὲν καὶ πολυφορώτατον ἐν ἀνθρώπων ψυχαῖς τὸ κακόν, ἐσταλμένον δὲ καὶ σπάνιον τἀγαθόν. παραίνεσις οὖν ὠφελιμωτάτη μὴ τοῖς πολλοῖς, μεθ’ ὧν τὸ ἀδικεῖν, ἀλλὰ τοῖς ὀλίγοις, μεθ’ ὧν τὸ δικαιοπραγεῖν, συμφέρεσθαι.

τέταρτον τοίνυν καὶ μέγιστον ἔγκλημα ἦν τὸ μεθύειν, οὐκ ἀνειμένως, ἀλλὰ σφόδρα συντόνως· τὸ γὰρ οἰνοφλυγεῖν ἴσον ἐστὶ τῷ τὸ παραίτιον ἀφροσύνης φάρμακον, ἀπαιδευσίαν, ἐντύφεσθαι καὶ ἀνακαίεσθαι καὶ ἀναφλέγεσθαι μηδέποτε σβεσθῆναι δυναμένην, ἀλλ’ ὅλην δι’ ὅλων αἰεὶ τὴν ψυχὴν ἐμπιπρᾶσάν τε καὶ πυρπολοῦσαν.

εἰκότως οὖν ἕψεται δίκη πάντα μοχθηρὸν τρόπον ἐκκαθαίρουσα διανοίας· λέγεται γὰρ „ἐξαρεῖς τὸν πονηρόν“, οὐκ ἐκ πόλεως ἢ χώρας ἢ ἔθνους, ἀλλ’ „ἐξ ὑμῶν αὐτῶν“ (Deut. 21,21)· ἡμῖν γὰρ αὐτοῖς ἐνυπάρχουσι καὶ ἐμφωλεύουσιν οἱ ὑπαίτιοι καὶ ἐπίληπτοι λογισμοί, οὕς, ὁπότε ἀνιάτως ἔχοιεν, ἀποκόπτειν καὶ διαφθείρειν ἀναγκαῖον.