De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τοῦ γὰρ φιλοπαθοῦς ἴδιον λαμπρὰ τὰ γενητὰ καὶ φθαρτὰ ἡγεῖσθαι διὰ τὸ νυκτὶ καὶ σκότῳ κεχρῆσθαι βαθεῖ πρὸς τὴν τῶν ἀφθάρτων ἐπιστήμην· οὗ χάριν εὐθὺς τὴν ἐξάρχουσαν ἡδονῆς μέθην καὶ τὸν ὑπηρέτην [*](1 εὐχέρειαν G 2. 3 ἐπίστευεν ὡς βεβαιοτάτοις U 3 τὰς ἐναντίων G 5. 6 τοῦ λόγου coni. Mang. 6 τρεψτήθα G 7 μγάλα om. G βλάπτουσι Η 8 ἀποπληρωθεισῶν F 10 πεπονηκότες Η: πεπονηθἐνπς GUF 11 διαπνεύσουσι U, διαπνεύσας G1 (διαπνεύσατό τις G2?) 14 τοῦ Mang. (falso ad F provocans): πρὸς τοῦ GUF, πρός HL πάθους om. H 15 φθαρτῇ coni. Cohn ἀφθάρτου conicio (ἐν secluso) 15. 16 ἀγετήτου FH 18 φομαθοῦς L, φιλοσωμάτου Turn. λαμπρδν Η γεννητὰ FH 20 ἐξάρχουσαν ἡδοτῆς Mang. : ἐξ ἀρχόντων ἡδονὴν codd.) [*](16 sqq. Origenes Comment. in Matlh. X 22 p. 471: ἐτήρησε μὲν οὖν τις τῶν πρὸ ἡμῶν ἀναγεγραμμένην ἐν Γενέσει τοῦ Οαραὼ γενέθλιον καὶ διηγήσατο, ὅτι ὁ φαῦλος τά γενέσεως ἀγαπῶν πράγματα ἑορτάζει γενέθλιον . . . . . Selecta in Genesim p. 44: τῶν μὲν πρὸ ἡμῶν ἐτήρησέ τις, ὅτι φαῦλός ἐστιν ὁ τὰ γενέσεως τιμῶν πράγματα καὶ τὴν ἡdμν τῆς γενέσεως αὐτοῦ ἀποδεχόμενος . . . Homilia VΙII 3 in Levit. p. 229: nemo ex omnibus sanctis invenitur diem festum vel convivium .egisse in die natalis sui . . . . soli peccatores super huiusmodi nativitate laetantur. invenimus etenim in veteri quidem testamento Pharaonem regem Aegypti diem natalis sui cum festivitate celebrantem. Homilia I 8 in librum Regum p. 486. — cf. etiam Augustini Qtiaeslionem de Genesi L.)
τρεῖς δ’ εἰσὶν οἱ τῆς ἀκολάστου καὶ ἀκράτορος ψυχῆς ἑστιοῦχοί τε καὶ θεραπευταί, ἀρχισιτοποιός, ἀρχιοινοχόος, ἀρχιμάγειρος, ὧν ὁ θαυμασιώτατος μέμνηται Μωυσῆς διὰ τούτων· „καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ, καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ ἀρχιδεσμοφύλακι“ (Gen. 40,2.3). ἔστι δὲ καὶ ὁ ἀρχιμάγειρος εὐνοῦχος· λέγεται γὰρ ἑτέρωθι· „κατήχθη δὲ Ἰωσὴφ εἰς Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν εὐνοῦχος Φαραώ, ἀρχιμάγειρος“ (Gen. 39,1), καὶ πάλιν· „ἀπέδοντο τὸν Ἰωσὴφ τῷ σπάδοντι Φαραώ, ἀρχιμαγείρῳ“ (Gen. 37,36).
τίνος δὴ χάριν οὔτ’ ἀνὴρ οὔτε γυνὴ τῶν λεχθέντων οὐδὲν ἁπλῶς ἐπιτέτραπται; ἢ ὅτι σπείρειν μὲν ἄνδρες γονὰς ὑποδέχεσθαι δὲ γυναῖκες ἐκ φύσεως πεπαίδευνται, ὧν τὴν εἰς ταὐτὸ σύνοδον αἰτίαν γενέσεως καὶ τῆς τοῦ παντὸς διαμονῆς εἶναι συμβέβηκεν, ἀγόνου δὲ καὶ ἐστειρωμένης, μᾶλλον δὲ ἐξευνουχισμένης ψυχῆς σιτίοις πολυτελέσι καὶ ποτοῖς καὶ ὄψων περιέργοις παραρτύσεσι χαίρειν μήτε τὰ ἀρετῆς ἄρρενα ὡς ἀληθῶς σπέρματα καταβάλλεσθαι δυναμένης μήτε τὰ καταβληθέντα παραδέξασθαι καὶ ἀναθρέψασθαι, ἀλλ’ οἷα λυπρὰν ἄρουραν καὶ λιθώδη πρὸς διαφθορὰν μόνον πεφυκέναι τῶν ἀεὶ ζῆν ὀφειλόντων; δόγμα δὴ τίθεται κοινωφελέστατον,
ὅτι πᾶς ὁ δημιουργὸς ἡδονῆς σοφίας ἐστὶν ἄγονος οὔτε ἄρρην ὢν οὔτε θήλεια, διὰ τὸ μήτε διδόναι μήτε λαμβάνειν τὰ πρὸς ἀφθαρσίαν ἱκανὸς εἶναι σπέρματα, μελετᾶν δ’ αἰσχίστην κατὰ τοῦ βίου μελέτην, φθείρειν τὰ ἄφθαρτα καὶ σβεννύναι τὰ μένοντα τῆς φύσεως λαμπάδια ἄσβεστα.