De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τῶν τοιούτων οὐδενὶ ἐπιτρέπει Μωυσῆς εἰς ἐκκλησίαν ἀφικνεῖσθαι θεοῦ· λέγει γὰρ ὅτι „θλαδίας καὶ ἀποκεκομμένος οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου“ (Deut. 23,1). τί γὰρ τῷ σοφίας ἀγόνῳ λόγων [*](1 οἱ] οὖ F 2 ἑστιάτορες coni. Mang., εὐνοῦχοι Cohn 2. 3 ἀρχιμάγειρος, ἀρχιοινοχόος Η 3 θαυμασιώτατος GF: θαυμάσιος UH 4 δυσὶν] δὲ H 5 ἀρχιδεσμοφήλακι Cohn: ἀρχιμαγείρω codd. 6 λέγει H 9 πάδοντι H δὴ GU: δ’εἴη F,δὲ H 10 oὐδὲ U 11 δὲ GF: om. UH, τε conicio 13 ἀγομένης G1 δ’ F 16 δυναdναις Η 17 διαφορὰν G1U 18 τῶν ἐξοφειῶν. δόγμα H δὴ] δὲ coni. Μang. 19 πῶς; H ὁ om. V 20 τὸ] τοῦτο H ἱκανῶς G, ἱκανὰ H, ἱκανὸν Turn. 21 μελέτην H 23 οὐδὲν U) [*](18 sqq. Origenes Comment. in Matthaeum XV 5 p. 656: εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀναγωγῆς, φήσομεν ὅτι εἰσί τινες εὐνοῦχοι τοῦ Φαραὠ, ἅγονοι παντὸς καλοῦ, ἵνα οἰνοχοῶσιν αὐτῷ καὶ σιτοποιῶσιν εύνουχισθέντες. 23 — 25 N fol. 187r τῶν τοιοὐτων—κυρίου.)

v.2.p.212
ἀκροάσεως ἱερῶν ὄφελος ἐκτετμημένῳ πίστιν καὶ παρακαταθήκην βιωφελεστάτων δογμάτων φυλάξαι μὴ δυναμένῳ;

τρεῖς δ’ ἄρ’ εἰσὶν ἀνθρώπων γένους ἑστιάτορες, ἀρχισιτοποιός, οἰνοχόος, ὀψαρτυτής, εἰκότως, ἐπειδὴ τριῶν χρήσεώς τε καὶ ἀπολαύσεως ἐφιέμεθα, σιτίων, ὄψου, ποτῶν· ἀλλ’ οἱ μὲν μόνων τῶν ἀναγκαίων, οἷς πρός τε τὸ ὑγιεινῶς καὶ μὴ ἀνελευθέρως ζῆν ἐξ ἀνάγκης χρώμεθα, οἱ δὲ ἀμέτρων καὶ σφόδρα περιττῶν, ἃ τὰς ὀρέξεις ἀναρρηγνύντα καὶ τὰς τοῦ σώματος δεξαμενὰς πλήθει βαρύνοντα καὶ πιέζοντα μεγάλα καὶ παντοδαπὰ τίκτειν νοσήματα φιλεῖ.

οἱ μὲν οὖν ἡδονῆς καὶ ἐπιθυμίας καὶ παθῶν ἰδιῶται καθάπερ οἱ ἐν ταῖς πόλεσι δημοτικοὶ ἀμισῆ καὶ ἀνεπαχθῆ βίον ζῶντες, ἅτε ὀλιγοδεεῖς ὄντες, οὐ ποικίλων καὶ περιέργων τὴν τέχνην δέονται ὑπηρετῶν, ἀλλ’ ἀποικίλῳ χρωμένων ὑπηρεσίᾳ, μαγείρων, οἰνοχόων, σιτοποιῶν·

οἱ δὲ ἡγεμονίαν καὶ βασιλείαν νομίζοντες εἶναι τὸ ἡδέως ζῆν καὶ πάντα καὶ μικρὰ καὶ μείζω πρὸς τοῦτ’ ἀναφέροντες ἀρχιμαγείροις καὶ ἀρχιοινοχόοις καὶ ἀρχισιτοποιοῖς ὑπηρέταις ἀξιοῦσι χρῆσθαι, τουτέστιν ἄκρως ἐκπεπονηκόσιν ἕκαστον ὧν ἐπετήδευσαν·