De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

καὶ ὁπότε [*](1 ἡ] καὶ Her 1. 2 αὐτοματιζούσης Her 2 φορὰν GU Her 3 ὅλου] spatium, tum οὐ in U 3 — 5 θαυμαστήν -πραγṕτων om., alia inseruit Her 3 τινα H 4 πῶς UU: ὡς GF 5. 6 τοῦ ἀγαθοῦ τὴν σκέψιν Her 6 τοῦ ἀγαθοῦ Η 7 μόνον τὸ καλὸν om. Her 7. 8 θησαυριζόντων Her 9 οὔτοι] οἵτινες Her τὰς] ὅτι τἀς Her 10 δὲ Arnim: τε codd. Her τό] τὴν Turn. 11 prius καὶ codd. Ηer: καὶ τὴν Mang., om. Turn. 12 τρισὶ γάρ φησι τἀγαθοῦ φύσεως κεχρήμεθα Her τῆς τἀγαθοῦ scripsi: τῆς ἀγαθοῦ H, ἀγαθῶν G, τἀγαθοῦ U, ἀγαθοῦ F 13 ἐξωτάτην τῆς Η: ἐξωτάτης U, ἔξω τὰ τῆς G, ἐξωτάτην F, ἔξω τῆς Her, ἐξωτάτω τῆς conicio καὶ ὑπεικούσης om. Her. ὑπεικούσης Turn.: ὑπειλοὑσης GFH, ἀπειλούσης U εἶναι] ἣν H 14 γεγενῆσθαι om. Her 15 τούτων Η: τῶν GUF, om. Her 16 ἀπάσας om. Her 17 alterum καὶ] καὶ ἡ G πράγματα L1 19 oὐκ ἀπεικότως conicio δυεῖν GF: δύο UH 20 συναινέσεως Mang. : συνέσεως codd. καὶ συνευνασθειδῶν om. H ἐπιστήμης] παωτελεῖ conicio, aut ἐπιστήμης del. (idem secl. Cohn))

v.2.p.210
συνεπιγράφεσθαί τισιν ὡς ἀληθέσιν ἔδοξε, τὴν ἐπ’ εὐχερείᾳ καρποῦται κατάγνωσιν, ἀπίστων καὶ ἀβεβαίων, οἷς πρότερον ὡς βεβαιοτάτοις ἐπίστευε, φαινομένων· ὥστε εἰς τὰ ἐναντία, ὧν ὑπετόπησέ τις, εἰωθότων περιίστασθαι τῶν πραγμάτων ἀσφαλέστατον τὸ ἐπέχειν εἶναι.

Διειλεγμένοι δὴ περὶ τούτων ἱκανῶς ἐπὶ τὰ ἀκόλουθα τῷ λόγῳ τρεψώμεθα. ἔφαμεν τοίνυν ἐκ τοῦ μεθύειν καὶ τὴν πολλοὺς πολλάκις μεγάλα βλάπτουσαν γαστριμαργίαν δηλοῦσθαι, ᾗ τοὺς χρωμένους ἔστιν ἰδεῖν, κἂν τὰς τοῦ σώματος δεξαμενὰς ἀποπληρωθῶσι πάσας, ἔτι κενοὺς τὰς ἐπιθυμίας ὄντας·

οὗτοι κἂν ὑπὸ πλήθους ὧν ἐνεφορήσαντο διακορεῖς γενόμενοι πρὸς ὀλίγον χρόνον καθάπερ οἱ πεπονηκότες ἀθληταὶ τὰ σώματα διαπνεύσωσι, πάλιν ἐπαποδύονται τοῖς αὐτοῖς ἀγωνίσμασιν.

ὁ γοῦν βασιλεὺς τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, τῷ μέθης ὑπηρέτῃ δόξας οἰνοχόῳ δυσχερᾶναι πάλιν οὐκ εἰς μακρὰν καταλλαττόμενος ἐν ταῖς ἱεραῖς βίβλοις εἰσάγεται τοῦ τὰς ἐπιθυμίας ἀναρρηγνύντος πάθους ὑπομνησθεὶς ἐν ἡμέρᾳ γενέσεως φθαρτῆς, οὐκ ἐν ἀφθάρτῳ τοῦ ἀγενήτου φωτός· λέγεται γὰρ ὅτι „ἡμέρα γενέσεως ἦν Φαραώ“ (Gen. 40,20), ἡνίκα ἐκ τοῦ δεσμωτηρίου τὸν ἀρχιοινοχόον ἐπὶ σπονδαῖς μετεπέμψατο·