De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
καὶ τί θαυμαστόν; προσωτέρω γάρ τις χωρήσας τῶν πραγμάτων καὶ εἱλικρινέστερον αὐτὰ αὐγασάμενος εἴσεται τοῦθ’, ὅτι ἓν οὐδὲν καθ’ ἁπλῆν ἡμῖν τὴν ἑαυτοῦ προσπίπτει φύσιν, ἀλλὰ πάντα μίξεις πολυπλοκωτάτας
ἔχοντα καὶ κράσεις. αὐτίκα τῶν χρωμάτων ἀντιλαμβανόμεθα πῶς; ἆρ’ οὐ σὺν ἀέρι καὶ φωτί, τοῖς ἐκτός, καὶ τῷ κατ’ αὐτὴν τὴν ὄψιν ὑγρῷ; γλυκὺ δὲ καὶ πικρὸν τίνα τρόπον δοκιμάζεται; μὴ δίχα τῶν καθ’ ἡμᾶς αὐτοὺς ἐνστομίων χυλῶν ὅσοι κατὰ φύσιν ἢ παρὰ φύσιν; οὐ δήπου; τί δ’; αἱ ἀπὸ τῶν ἐπιθυμιωμένων ὀσμαὶ μὴ τὰς ἁπλᾶς καὶ εἱλικρινεῖς τῶν σωμάτων φύσεις παριστᾶσιν; ἢ τὰς κεκραμένας ἔκ τε αὐτῶν καὶ ἀέρος, ἔστι δ’ ὅτε καὶ τοῦ τήκοντος τὰ σώματα πυρὸς [*](1 τὸν] τῶν U συνίστησιν Her 2 οὐδ’ Η αὐτοῦ codd. 3 αυι ίο G2Hh αὑτὸν G1UF Her 4 δικάζεται coni. Mang. οἶον] οἵ Η 4. 5 τὸ θερμὸν παρὰ τὸ ψυχρόν, τὸ ξηρόν παρὰ τὸ ὑγρὸν transpos. Her 5. 6 τὸ λευκὸν παρὰ τὸ μέλαν Her 6 τὸ ὀλίγον παρά τὸ πολύ, τὸ ἀσθενὲς παρὰ τό ἰσχυρόν transpos. et τό πλῆθος παρὰ τὸν τόπον, παρὰ τὴν δύναμιν ιὸ φορτίον, πρὸς τὴν διάθεσιν αἱ ἡδοναὶ καὶ λῦπαι add. Her 7 μέντοι om. Her κἀν τοῖς ὅσα conicio ἢ] ἡ G, ἡ καὶ V 8 ἐγνωρίζετο Her 10 μέντοι] τοίνυν Her dXXo] καλὰ H 11 tuttov] τρόπον conicio 12 γάρ om- Her 13 — 16 τὸ δἑ-θαυμαστὸν om. Her 15 οὑτινοσοῦν Arnim: οὗτινος codd. 17 τοῦτο H Her 19 καὶ κράσεις ἔχοντα Her 22 χιλῶν G, χυλῶν δὲ v κατὰ] τε κατὰ Ηer ἥ παρά φύσιν om. H 23. 24 ἁπλῶς εἰλικρινεῖς Her 24 καὶ add. Maug. παριστῶσιν H) [*](13. 14 Anton Mel. I 22 col. 845 τὸ μὴ ἑαυτὸμ—πίστιν.)
ἐκ δὴ τούτων συνάγεται, ὅτι οὔτε χρωμάτων ἀντιλαμβανόμεθα, ἀλλὰ τοῦ συνισταμένου κράματος ἔκ τε τῶν ὑποκειμένων καὶ φωτός, οὔτε ὀσμῶν, ἀλλὰ μίγματος, ὅπερ συνέστη διά τε τοῦ ῥυέντος ἀπὸ τῶν σωμάτων καὶ τοῦ πανδεχοῦς ἀέρος, οὔτε χυλῶν, ἀλλὰ τοῦ γενομένου διά τε τοῦ προσιόντος γευστοῦ καὶ τῆς κατὰ τὸ στόμα ὑγρᾶς οὐσίας.
τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον εὐήθειαν ἢ προπέτειαν ἢ ἀλαζονείαν ἄξιον καταγινώσκειν τῶν ἢ ὁμολογεῖν ἢ ἀρνεῖσθαι περὶ παντὸς οὑτινοσοῦν ῥᾳδίως ὑπομενόντων. εἰ μὲν γὰρ αἱ ἁπλαῖ δυνάμεις ἐκποδών, αἱ δὲ μικταὶ καὶ ἐκ πλειόνων συνηρανισμέναι προῦπτοι, ἀμήχανον δὲ καὶ τὰς ἀοράτους ἰδεῖν καὶ διὰ τῶν κεκραμένων τὸν ἑκάστης τῶν συνερανισθεισῶν τύπον ἰδίᾳ κατανοῆσαι, τί ἂν εἴη λοιπὸν ἢ τὸ ἐπέχειν [ἀναγκαῖον];