De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἡ γὰρ ἐν ταῖς συνθέσεσι ποσότης ὅροις καὶ κανόσι μεμέτρηται, ὧν οὔτε ἐντὸς κάμψαι οὔτε περαιτέρω προελθεῖν ἀσφαλές — τὸ μὲν γὰρ ἔλαττον χαλᾷ, τὸ δὲ πλέον ἐπιτείνει τὰς δυνάμεις· βλαβερὸν δ’ ἑκάτερον, τὸ μὲν ἀδυνατοῦν ἐνεργῆσαι δι’ ἀσθένειαν, τὸ δὲ βλάψαι βιαζόμενον διὰ καρτερωτάτην ἰσχύν —, λειότησί τε αὖ καὶ τραχύτησι, πυκνότησί τε αὖ καὶ πιλήσεσι καὶ τοὐναντίον μανότησι καὶ ἐξαπλώσεσι [*](3. 4 ἐνοχλεῖν; φασὶ γὰρ ὅτι πᾶσα Her 4 συνελὼν τίΗ γὰρ οm. N αὖ G 2: αὐτὴG1UΗ, αὕτηFN, om. Her, secl.Arnim 6 προβαλλούσηςU, προσβαλλοῦσιν H φαωτάσματα Her 7 περὶ codd.Her: παρὰ Τurm. 7.8 ter παρὰ GUFL 2 Her: περὶ ΗL 1 7 θέσεις] θεωρίας FL 2 9 ἤ V 9 — 12 ἥ — ὕδατος] ἥ οὐχ ὁρῶμεν τὰς εὐθυτενεῖς κώπας κεκλασμένας Her ἰχθύας coni. Cohn 9. 10 διατείναντες F et Η ut vid. 12 τὰ δέ γε Η 12. 13 προβάλλοντα φαωτασίας ψευδεῖς Ηer 13. 14 γὰρ ἐνίοτε ὐπετοπήθη ἕμψυχα καὶ Ηer 14 τὰ ἕμψυχα ἅψυχα om. Her 15 κινεῖσθαι] κινούμενα Her ἑστῶτα Her ante καὶ add. καὶ τὴν μέν ναῦν ἑστῶσαν κινουμένην, τοὺς δ’ αὖ πύργους ἑστῶτας κινουμένους Her 19 κατασκευαζομένοις L 2,συσκευαζομένοις coni. Mang. 22 καὶκανόσι om. Her 23 οὕτε ἐν τῷ συστεῖλαι οὔτε ἐν τῷ ἐπιτεῖναι ἀσφαλὲς Her ἐντὸς] ἐν Tdi U 24 γὰρ om. Her πλέον scripsi: πλεῖον codd. Her 24—26 βλαβερὸν-ἰσχύν om. Her 25. 26 τὸ μὲν—ἰσχύν om. H 26 τε GUF: γε HL αὖθις L 27 πυκνώσεσι H)

v.2.p.206
τὸν εἰς βοήθειαν καὶ βλάβην ἔλεγχον ἐναργῶς διασυνίστησιν.

ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι τῶν ὄντων σχεδὸν ἐξ αὑτοῦ καὶ καθ’ αὑτὸ νενόηται τὸ παράπαν οὐδέν, τῇ δὲ πρὸς τὸ ἐναντίον παραθέσει δοκιμάζεται, οἷον τὸ μικρὸν παρὰ τὸ μέγα, τὸ ξηρὸν παρὰ τὸ ὑγρόν, παρὰ τὸ ψυχρὸν τὸ θερμόν, παρὰ τὸ βαρὺ τὸ κοῦφον, τὸ μέλαν παρὰ τὸ λευκόν, τὸ ἀσθενὲς παρὰ τὸ ἰσχυρόν, τὰ ὀλίγα παρὰ τὰ πολλά.

κατὰ τὸ παραπλήσιον μέντοι καὶ ὅσα ἐπ’ ἀρετὴν ἢ κακίαν ἀναφέρεται, τὰ ὠφέλιμα διὰ τῶν βλαβερῶν γνωρίζεται, τὰ καλὰ τῇ τῶν αἰσχρῶν ἀντιθέσει, τὰ δίκαια καὶ κοινῶς ἀγαθὰ τῇ τῶν ἀδίκων καὶ κακῶν παραθέσει, καὶ πάντα μέντοι τὰ ἄλλα ὅσα ἐν κόσμῳ σκοπῶν ἄν τις εὕροι κατὰ τὸν αὐτὸν τύπον λαμβάνοντα τὴν ἐπίκρισιν· ἐξ ἑαυτοῦ μὲν γὰρ ἕκαστον ἀκατάληπτον, ἐκ δὲ τῆς πρὸς ἕτερον συγκρίσεως γνωρίζεσθαι δοκεῖ.

τὸ δὲ μὴ ἑαυτῷ μαρτυρεῖν ἱκανόν, τῆς δὲ ἀφ’ ἑτέρου χρῇζον συνηγορίας, ἀβέβαιον εἰς πίστιν· ὥστε καὶ ταύτῃ τοὺς εὐχερῶς ὁμολογοῦντας ἢ ἀρνουμένους περὶ παντὸς οὑτινοσοῦν ἐλέγχεσθαι.