De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἐκεῖνα δ’ ἡμᾶς οὐ παρακαλεῖ μὴ λίαν τοῖς ἀφανέσι προπιστεύειν, ἃ σχεδὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνακέχυται κοινὸν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις ἐπάγοντα τὸν ἐκ τοῦ κρίνειν ὄλισθον; τίνα οὖν ταῦτ’ ἐστίν; ἀγωγαὶ δήπουθεν αἱ ἐκ παίδων καὶ ἔθη πάτρια καὶ παλαιοὶ νόμοι, ὧν ἓν οὐδὲν ὁμολογεῖται ταὐτὸν εἶναι παρὰ πᾶσιν, ἀλλὰ κατὰ χώρας καὶ ἔθνη καὶ πόλεις, μᾶλλον δὲ καὶ κατὰ κώμην καὶ οἰκίαν ἑκάστην, ἄνδρα μὲν οὖν καὶ γυναῖκα καὶ νήπιον παῖδα τοῖς ὅλοις διακέκριται·

τὰ γοῦν αἰσχρὰ παρ’ ἡμῖν ἑτέροις καλά, καὶ τὰ πρέποντα ἀπρεπῆ, καὶ τὰ δίκαια ἄδικα, καὶ ἀνόσια μὲν τὰ ὅσια, νόμιμα δ’ αὖ τὰ παράνομα, ἔτι δὲ ψεκτὰ τὰ ἐπαινετὰ καὶ ὑπόδικα τὰ τιμῆς ἄξια καὶ ὅσα ἄλλα ἐναντία ταῦτα νομίζουσι.

καὶ τί δεῖ μακρηγορεῖν τὸν ὑπὸ ἑτέρων ἀναγκαιοτέρων μεθελκόμενον; εἰ μέντοι βουληθείη τις ὑπὸ μηδεμιᾶς ἄλλης καινοτέρας θέας ἀγόμενος, ἐνευκαιρήσας τῷ προτεθέντι κεφαλαίῳ τὰς ἑκάστων ἀγωγὰς [*](2 οὔτε] ὅτι G1 ἀντιλαμβάνει HL1 2. 3 τοῦ—ἀλλὰ om. Η 3 καὶ om. G 4 ῥυόντος H 4. 5 πανδεχοῦς—τε τοῦ om. G 5 οὔτε] οὔτε δὴ Her 6 στόμα] σῶμα L δὴ scripsi: ἤδη codd., δὲ ἡδῆ Her 7 — 12 εὐή- θειαν — κατανοῆσαι om. Her 9 εἰ μὴ καὶ ἁπλῶς HL1 καὶ] καὶ αἱ G 10 ωνηραdναι G1F, συνηραμμέναι L2, συνερραμμέναι G2 φροῦδοι Turn. ἀοράτων F II κεκραμμένων Η ἑκάστη U συνηῥ νισθεισῶν U 12 ἀναγκαῖον secl. Cohn ἐκεῖνα Mang. : ἐκεῖνο GUF Her, ἐκεῖ H 13 προπιστεύειν Turn.: προσπιστεύειν codd., πιστεύειν Her κατὰ] ἀνά L 14. 15 ἐπάγοντα Her: ἐπαγαγόντα codd. 15 τὸν] τὴν -Her δήπουθεν om. Her 16 παλαιοὶ om. Her 16. 17 ἓν-ἔτη om. F 18. 19 πόλεις καὶ κώμας καὶ οἰκίας, ἄνδρας τε καὶ γυναῖκας καὶ νήπια· τὰ γοῦν Her 19 ὅλων H, ἄλλοις L 21 ὅσια] ἀνόσια Η παρανόμιμα H tertium τὰ om. G1 22 τῆς τιμῆς Her ἐναντία om. U Her ταὐτά coni. Mang., τοιαῦτα conicio 24 ἄλλο et litt. evanida in F 25 ἐνερευνήσας L προθέντι F, εἰρημένῳ Her)

v.2.p.208
καὶ ἔθη καὶ νόμους ἐπιέναι χωρῶν, ἐθνῶν, πόλεων, τόπων, ὑπηκόων ἡγεμόνων, ἐνδόξων ἀδόξων, ἐλευθέρων οἰκετῶν, ἰδιωτῶν ἐπιστημόνων, οὐχ ἡμέραν μίαν οὐδὲ δύο, ἀλλὰ οὐδὲ μῆνα ἢ ἐνιαυτόν, τὸν δὲ ἅπαντα ἑαυτοῦ κατατρίψει βίον, κἂν αἰῶνι χρήσηται μακρῷ, καὶ οὐδὲν ἧττον πολλὰ ἀδιερεύνητα καὶ ἀπερίσκεπτα καὶ ἄφωνα λήσει καταλιπών.

οὐκοῦν ἄλλων παρ’ ἄλλοις οὐ βραχεῖ μόνον διεστηκότων, ἀλλὰ καὶ τοῖς ὅλοις ἀπᾳδόντων, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι, ἀνάγκη καὶ τὰς προσπιπτούσας