De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὸν δὲ αὐχένα τῆς περιστερᾶς ἐν ἡλιακαῖς αὐγαῖς οὐ κατενόησας μυρίας χρωμάτων ἀλλάττοντα ἰδέας; ἢ οὐχὶ φοινικοῦν καὶ κυανοῦν, πυρωπόν τε αὖ καὶ ἀνθρακοειδές, ἔτι δὲ ὠχρὸν καὶ ἐρυθρὸν καὶ ἄλλα παντοδαπὰ ἴσχει χρώματα, ὧν οὐδὲ τὰς κλήσεις ῥᾴδιον ἀπομνημονεῦσαι;

φασὶ μέντοι καὶ ἐν Σκύθαις τοῖς καλουμένοις Γελώοις θαυμασιώτατόν τι γίνεσθαι σπανίως μέν, γίνεσθαι δ’ ὅμως θηρίον, ὃ καλεῖται τάρανδρος, μέγεθος μὲν βοὸς οὐκ ἀποδέον, ἐλάφῳ δὲ τὸν τοῦ προσώπου τύπον ἐμφερέστατον· λόγος ἔχει τοῦτο μεταβάλλειν ἀεὶ τὰς τρίχας πρός τε τὰ χωρία καὶ τὰ δένδρα καὶ πάνθ’ ἁπλῶς οἷς ἂν ἐγγὺς ἱστῆται, ὡς διὰ τὴν τῆς χρόας ὁμοιότητα λανθάνειν [*](1 κινούμενοι Her: καὶ κινούμενοι codd., κεκινημένοι v 3 ἀειδρύτου G 1 UF 4 ἐπ’ αὔην G, ἀπ’ αὐτῆς coni. Mang. αἰτία Η, αἰτίαι et πολλαὶ Her 5 ἑνὸς μέρος Η, ἑνὸς μέρους Mang. 6 καὶ HL’ Her: καὶ κατὰ τὴν CtUFL- 7 — 9 alterum αἱ- παθῶν om. H 8 alterum καὶ] τε καὶ Her 9 ἰδιότητος F ἄε post ἔνια transpos. Her 10 χαμαιλέοντα καὶ τὸν coni. Mang. 11—14 τὸν μὲν— φάρμακον om. Her 10 γέ] γάρ conicio 11 ὀρθιοῦσθαι HL’ εἴωθε II 12 θάλατταν U 15 αὐγαῖς κατενόησέ τις μυρίας Her 15. 16 ἢ οὐχὶ] καὶ γὰρ καὶ Ηer 16 φονικὸν F πυρωτόν H ἀνθρακωειδὲς ν 18 — 204,2 φασὶ-εἶνι] τί δέ τὴν τοῦ τηρὸς ταράνδου διάλλαξιν τῶν χρωμάτων, δι’ ἧς λανθάνει τοὺς ἐντυγχάνοντας, εἴποιμεν ἄν; Her 19 γελωταῖς L, Γελωνοῖς v θαυμασιώτατά H 20 τάρανδρος GFLΝDMDV: τάρανδος UHDP(?) Her οὐκ ἀποδέον om. D 21 τοῦτον DΜDV 22.23 καὶ πάνθ’ ἁπλῶς om. D 23 ἵσταται DPD^, ᾖ DM χροίς D) [*](9—205,6 N fol. 187r χωρὶς—ὀνείρατα 20—204,1 DM fol. 193v Φίλωνος ἐκ τῶν τερὶ μέθης DP foL 201 Dv p. 531: γίνεται θηρίον, ὃ—δυσθήρατον εἶναι. cf. V. Rose Aristot. pseudepigr. p. 364. 365 (Caesaris Belli G. VI 26,1).)

v.2.p.204
τοὺς ἐντυγχάνοντας καὶ ταύτῃ μᾶλλον ἢ τῇ περὶ σῶμα ἀλκῇ δυσθήρατον εἶναι.

ταῦτα δὴ καὶ τὰ τούτοις ὅμοια πίστεις ἐναργεῖς ἀκαταληψίας εἰσίν, ἔπειτα δὲ αἱ μηκέτι τῶν ζῴων ἁπάντων, ἀλλὰ καὶ ἀνθρώπων ἰδίᾳ πρὸς ἀλλήλους περὶ πάντα ποικιλίαι.

οὐ γὰρ μόνον ἄλλοτε ἄλλως τὰ αὐτὰ κρίνουσιν, ἀλλὰ καὶ ἑτέρως ἕτεροι ἡδονάς τε καὶ ἀηδίας ἔμπαλιν τῶν αὐτῶν λαμβάνοντες· οἷς γὰρ δυσηρέστησαν ἔνιοι, ἐτέρφθησαν ἄλλοι, καὶ κατὰ τοὐναντίον ἅπερ ὡς φίλα καὶ οἰκεῖα ἐπισπασάμενοί τινες ἐδεξιώσαντο, ταῦθ’ ἕτεροι ὡς ἀλλότρια καὶ δυσμενῆ μακρὰν ἀφ’ ἑαυτῶν ἐσκοράκισαν.