De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἤδη γοῦν ἐν θεάτρῳ πολλάκις παρατυχὼν εἶδον ὑφ’ ἑνὸς μέλους τῶν ἀγωνιζομένων ἐπὶ τῆς σκηνῆς τραγῳδῶν ἢ κιθαρῳδῶν τοὺς μὲν οὕτως ἀχθέντας, ὡς ἀνεγειρομένους καὶ συνηχοῦντας ἄκοντας τὰ πρὸς ἔπαινον ἐκφωνεῖν, τοὺς δὲ οὕτως ἀτρώτως ἔχοντας, ὡς μηδὲν τῶν ἀψύχων βάθρων ἐφ’ οἷς καθέζονται ταύτῃ γοῦν διαφέρειν ἂν νομισθῆναι, ἐνίους δ’ οὕτως ἀλλοτριωθέντας, ὡς καὶ τὴν θέαν οἴχεσθαι καταλιπόντας, ἔτι καὶ προσαποσειομένους ἑκατέρᾳ τῶν χειρῶν τὰ ὦτα, μὴ ἄρα τι ἔναυλον ἀπολειφθὲν ἀηδίαν ὑπηχοῦν δυσκόλοις καὶ δυσαρέστοις ψυχαῖς ἐργάσηται. καίτοι τί ταῦτά φαμεν;

αὐτός τις εἷς ὢν ἕκαστος ἐφ’ ἑαυτοῦ, τὸ παραδοξότατον, μυρίας μεταβολὰς καὶ τροπὰς δεχόμενος κατά τε σῶμα καὶ ψυχὴν τοτὲ μὲν αἱρεῖται, τοτὲ δ’ ἀποστρέφεται οὐδαμῶς μεταβάλλοντα, μένειν δ’ ἐπὶ τῆς αὐτῆς πεφυκότα κατασκευῆς·

οὐ γὰρ τὰ αὐτὰ ὑγιαίνουσι καὶ νοσοῦσι προσπίπτειν φιλεῖ, οὐδὲ ἐγρηγορόσι καὶ κοιμωμένοις, οὐδὲ ἡβῶσι καὶ γεγηρακόσι· καὶ ἑστὼς [*](1 τυγχάνοντας L τὸ σῶμα D 2 εἶναι om. DV 3 εἰσὶν] ἐστίν H μηκέτι] μὴ μόνον Hei 3. 4 ἀνθρώπων ποικιλίαι περὶ πάντα ἴδιαι Her 4 πάντων Β 5 post κρίνουσιν add. ἄνθρωποι D, οἱ αὐτοί conicio 6 ἐμπαλιν— λαμβάνοντες om. D ἐκ τῶν αὐτῶν Mang. ἐνίοτε ἔνιοι H 7 — 17 ἄλλοι καὶ τὸ ἀνάπαλιν. ἀλλὰ τί ταῦτά φαμεν Her (om. 7 — 17 ἅπερ-ἐργάσηται) 8 ἀφ’] ἐφ’ G 8.9ἀφ’ἑαυτῶνom.D 9 ἥδη om. D ἐνγ’οὐν D εἶδον]αενD 10 tῆs om. N 10. 11 τραγωδὸν ἡ κιθαρῳδὸν U ἢ κιθαρῳδῶν om. D 11 συνοικοῦντας U 12 ἀτρέπτως L 2 l3 ταύτῃ] τότε conicio διαφέρειν D (coni. Mang.): διὰ γραμμάτων codd., διὰ γράμματος N 14 ἄν] λίαν D δὲ N 15 προσαποκλειομένους coni. Mang., προσαποσαττομένους Cohn ἑκάτερα GF 17 ἐνεργάσηται N 19 δέ Η 20 οὐδαμοῦ Ν̀̀ 20. 21 μεταβάλλοντα, ἀλλ’ ἐπὶ τῆς αὐτῆς μένοντα κατασκευῆς Her 20 μἐνειF 21 καὶ] τε καὶD φιλεῖν D οὐδὲ] οὐ γὰρD 22 ἐγρηγοροῦσι γοροῦσι UD, γρηγοροῦσι Hcr 21—205,3 γεγηρακόσι, καὶ θαρροῦσι καὶ δεδιόσι, καὶ ἑ καὶ κινουμένοις, ἔτι γε μὴν λυπουμένοις τε καὶ χαίρουσι, φιλοῦσί τε καὶ μισοῦσι. καὶ τί Her) [*](4 — 14 DK fol. l3lr Φίλωνος ἐκ τοῦ περὶ μέθης β’: οὐ μόνον ἄλλωστε ἅλλως vo- μιστηναι. 21.22 ibid. : οὐ γὰρ ἐγρηγοροῦσι- γεγηρακόσιν.)

v.2.p.205
μέντοι καὶ κινούμενός τις ἑτέρας ἔλαβε φαντασίας, καὶ θαρρῶν καὶ δεδιὼς ἔμπαλιν, ἔτι μέντοι λυπούμενός τε καὶ χαίρων, καὶ φιλῶν καὶ τοὐναντίον μισῶν. καὶ τί δεῖ μακρηγοροῦντα περὶ τούτων ἐνοχλεῖν;

συνελόντι γὰρ φράσαι πᾶσα ἡ σώματος καὶ ψυχῆς κατὰ φύσιν τε αὖ καὶ παρὰ φύσιν κίνησις αἰτία τῆς περὶ τὰ φαινόμενα ἀστάτου φορᾶς γίνεται μαχόμενα καὶ ἀσύμφωνα προσβαλλούσης ὀνείρατα.