De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὸν μέντοι σεμνυνόμενον ἢ ἐπὶ τῷ βουλεύεσθαι ἢ ἐπὶ τῷ τὰ μὲν αἱρεῖσθαι τὰ δὲ φεύγειν ἱκανῶς δύνασθαι διὰ τούτων ὑπομνηστέον· εἰ μὲν ἀπὸ τῶν αὐτῶν τὰς αὐτὰς ἀεὶ συνέβαινε προσπίπτειν ἀπαραλλάκτους φαντασίας, ἦν ἴσως ἀναγκαῖον τά τε ἐν ἡμῖν αὐτοῖς φύσει κατασκευασθέντα διττὰ κριτήρια, αἴσθησίν τε καὶ νοῦν, ὡς ἀψευδῆ καὶ ἀδέκαστα θαυμάζειν καὶ περὶ μηδενὸς ἐνδοιάζοντας ἐπέχειν, ἀλλὰ τοῖς ἅπαξ φανεῖσι πιστεύοντας τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἔμπαλιν ἀποστρέφεσθαι.

ἐπειδὴ δὲ διαφόρως ἀπ’ αὐτῶν εὑρισκόμεθα [*](1 ἐνδιδοίη conicio 2 κατεσχηdνος Turn.: κατισχημἐνος UFH, κατησχημένος G 3 ἀναισθησία FH: ἀναισθησίαν GL’v παντελῆ v 4 δοκεῖ GF εἶναι om. Η 7 τά μὲν ὡς HL’: ὡς τά μὲν GTFL 2, ὡς v 8 τὰ δ’ scripsi: ἥ codd. 9. 10 ἐᾷ ἡμᾶς τὴν Ηer 11 διανακὐψαι v 13 ἄδηλα] ἅ δεῖ H πρὸς ἀλήθειαν Η 13 — 19 οὑὸἐ-ὑπομνηστἐον om. Her 14 εἰ] ἡ G παραπέμποι U: παραπέμπει GFH ἁψάμενος Η 15 δύνιντ’ GU 16 πέφυκεν φυκεν U 19 μέν γὰρ ἀπὸ Her συνέβαινεν U 20 ἀπαρλλάκτως Her 21 αἴσω]σιντηοῦν om. Her 22 ἐνδυάζοντας F 23. 24 τὰ μὲν — ἀποστρἐφ om. Her 24 διαφόροις H ἀπὸ τῶν αὐτῶν conicio) [*](9 — 209,19 inserta .siint Hercnnii qui dicitur libro (Α. Mai, Ciassicorum auctorum tom. IX Romae 1837 p. 618 — 523): λέγουσι γάρ ὅτι πολὺ σκότος τῶν ὄντων-οὐκ εἰκότως οὑν τὸ ἐπέχειν δοκεῖ, ἀλλὰ καὶ λίαν ἀρμοζόντως. καὶ ταῦτα μὲν ἐκ πολλῶν καὶ μακρῶν ὀλίγα καὶ βραχέα συναγαγόντες παρεθέμεθα. cf. Prolegomena, de Arnim Quellenstudien zu Phiio p. .53 — 100.)

v.2.p.203
κινούμενοι, βέβαιον περὶ οὐδενὸς οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν, ἅτε μὴ ἑστῶτος τοῦ φανέντος, ἀλλὰ πολυτρόποις καὶ πολυμόρφοις χρωμένου ταῖς μεταβολαῖς· ἀνάγκη γὰρ ἀνιδρύτου τῆς φαντασίας οὔσης ἀνίδρυτον εἶναι καὶ τὴν ἐπ’ αὐτῇ κρίσιν.

αἴτια δὲ τούτου πολλά· πρῶτον μὲν αἱ ἐν τοῖς ζῴοις οὐ καθ’ ἓν μέρος ἀλλὰ σχεδὸν περὶ πάντα ἀμύθητοι διαφοραί, αἱ περὶ τὴν γένεσιν καὶ κατασκευὴν αὐτῶν, αἱ περὶ τὰς τροφὰς καὶ διαίτας, αἱ περὶ τὰς αἱρέσεις καὶ φυγάς, αἱ περὶ τὰς αἰσθητικὰς ἐνεργείας τε καὶ κινήσεις, αἱ περὶ τὰς τῶν κατὰ σῶμα καὶ ψυχὴν ἀμυθήτων παθῶν ἰδιότητας.

χωρὶς γὰρ τῶν κρινόντων ἴδε καὶ τῶν κρινομένων ἔνια, οἷα τὸν χαμαιλέοντα, τὸν πολύποδα· τὸν μέν γέ φασι τὴν χρόαν ἀλλάττοντα τοῖς ἐδάφεσιν ὁμοιοῦσθαι καθ’ ὧν εἴωθεν ἕρπειν, τὸν δὲ ταῖς κατὰ θαλάττης πέτραις, ὧν ἂν περιδράξηται, τάχα που τῆς σωτηρίου φύσεως ἀλεξίκακον συλλήψεως δωρησαμένης τὴν εἰς τὸ πολυχρώματον αὐτοῖς τροπὴν φάρμακον.