De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τῶν δὲ θυγατέρων ἡ μὲν πρεσβυτέρα κεκλήσεται βουλή, συναίνεσις δὲ ἡ νεωτέρα· τῷ μὲν γὰρ βουλεύσασθαι τὸ συναινεῖν ἕπεται, συναινέσας δ’ οὐδὲ εἷς ἔτι βουλεύεται. καθίσας οὖν ὁ νοῦς ἐν τῷ ἑαυτοῦ συνεδρίῳ διακινεῖν ἄρχεται τὰς θυγατέρας καὶ μετὰ μὲν τῆς πρεσβυτέρας, βουλῆς, σκοπεῖσθαί τε καὶ διερευνᾶν ἕκαστα, μετὰ δὲ τῆς νεωτέρας, συναινέσεως, ἐπινεύειν ῥᾳδίως τοῖς ἐπιτυχοῦσι καὶ ὡς φίλα τὰ ἐχθρὰ ἀσπάζεσθαι, δέλεαρ εἴ τι μικρὸν ἡδονῆς [*](1 post δὲ add. καὶ ἀπειρία D ἐπιφέρουσαν UHD τῇ ouq. D 2 προειδέσθαι U 3 παρακοῦσαι G δυνατὴ HL’ 4 αὐτῆς D καὶ seclusi 5 τῶν] τὴν τῶν Turn. 6 μήτε UF ἀταξίαν G, ἀπαξίαν F 8 κα-ασκεὀάσαι] κατασκε, tum spat. Η 9.10 ἡ — διπλοῦν om. F 10 ἀνεπιστημοσύνης U, ἐπιστημοσύη G 11 οἴεται F οἶδε] εἶδεν D 12 καὶ] κἅν G 13 γὰρ om. HL ἀποτίκτον Turn. 13. 14 καὶ οὐκ Η: καὶ ἀκούσια οὐκ GF, καὶ ἑκούσια οὐκ U 18 τις ὡς αὐτήν GF 21 κέκληται couicio συναίνεσις Turn. : ώνεσις codd. 22 τὸ] τῶ Η δὲ H εἰσέτι U βουλεύσετι F 23 ὁ νοῦς om. F αὑτοῦ v διακινεῖν H: διακονεῖν GUF 25 συνέσεως G 1 ἐπινεὐσειν G ῥᾴδιον HL 26 τι] ἢ Η) [*](10. 11 DK fol. 220v ἐκ τῆς πρὸς Γάϊον πρεσβείας: χαλεπὸν ὅταν-ἐπαιρόμενος.)
ταῦτα δὲ νήφων μὲν λογισμὸς οὐκ ἀνέχεται, μέθῃ δὲ κατεσχημένος καὶ ὥσπερ ἔξοινος ὤν· διὸ λέγεται· „ἐπότισαν τὸν πατέρα οἶνον“ (Gen. 19,33). ἀναισθησία παντελής, ἱκανὸν δοκεῖν εἶναι βουλεύεσθαι τὸν νοῦν ἀφ’ ἑαυτοῦ τὰ συμφέροντα ἢ τοῖς ὁπωσοῦν φανεῖσιν, ὡς τὸ ἀληθὲς πάγιον ἐν ἑαυτοῖς ἔχουσι, συναινέσαι, τῆς ἀνθρωπίνης φύσεως μηδαμῇ μηδαμῶς ἱκανῆς οὔσης ἢ ἐκ περισκέψεως τὸ σαφὲς εὑρεῖν ἢ τὰ μὲν ὡς ἀληθῆ καὶ συμφέροντα ἑλέσθαι, τὰ δ’ ὡς ψευδῆ καὶ βλάβης αἴτια ἀποστραφῆναι.
πολὺ γὰρ σκότος τῶν ὄντων καὶ σωμάτων καὶ πραγμάτων κατακεχυμένον οὐκ ἐᾷ τὴν ἑκάστου φύσιν ἰδεῖν, ἀλλὰ κἂν βιασάμενός τις ὑπὸ περιεργίας ἢ τοῦ φιλομαθοῦς ἐθελήσῃ διακῦψαι, καθάπερ οἱ πεπηρωμένοι προσπταίων τοῖς ἐν ποσί, πρίν τι λαβεῖν, ἀναπεσὼν ὑστερίζει ἢ ταῖς χερσὶν ἐφαπτόμενος τὰ ἄδηλα εἰκάζει στοχασμὸν πρὸ ἀληθείας κτώμενος.
οὐδὲ γὰρ εἰ δᾳδουχοῦσα παιδεία παραπέμποι τὸν νοῦν φῶς ἁψαμένη τὸ οἰκεῖον ἐπὶ τὴν τῶν ὄντων θέαν, ὀνῆσαι δύναιτ’ ἂν μᾶλλον ἢ βλάψαι· τὸ γὰρ βραχὺ φέγγος ὑπὸ πολλοῦ σκότους σβέννυσθαι πέφυκε, σβεσθέντος δὲ ἀνωφελὴς πᾶσα ὄψις.