De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
εὔχου δὴ τῷ θεῷ μηδέποτε ἔξαρχος οἴνου γενέσθαι, τουτέστι μηδέποτε ἑκὼν ἀφηγήσασθαι τῆς εἰς ἀπαιδευσίαν καὶ ἀφροσύνην ἀγούσης ὁδοῦ· τὰ γὰρ ἀκούσια ἡμίσεα κακῶν καὶ κουφότερα, καθαρῷ τῷ τοῦ συνειδότος ἐλέγχῳ μὴ βαρυνόμενα.
τελεσφορηθεισῶν δέ σοι τῶν εὐχῶν ἰδιώτης μὲν ἔτι μένειν οὐκ ἂν δύναιο, τὴν δὲ μεγίστην ἡγεμονιῶν ἀρχήν, ἱερωσύνην, κτήσῃ. σχεδὸν γὰρ ἱερέων καὶ θεραπευτῶν θεοῦ μόνων τὸ ἔργον νηφάλια θύειν, οἴνου καὶ παντὸς ὃ τοῦ ληρεῖν αἴτιον βεβαιότητι διανοίας κατεξανισταμένων·
„ἐλάλησε“ γάρ φησι „κύριος τῷ Ἀαρὼν λέγων· οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν [*](1 ἕτεροι, οὓς GL: ἑτεροίους οὓς UF, ἑταῖροι οὓς Richter 3 οὐ τῷ Turn.: οὕτω codd. .5 πιασθέντες G 5 μιμησάμενοι scripsi: οἱ μιμησάμενοι GUF, μιμούμενοι V ἐθοδούλους GU 10 τὸ] τὸν U 11 ὑπ’ seclusi 12 ἐνδεδεγμένων scripsi: ἐνδεδειγμένων UFL, ἐκδεδειγμένων G 13 βεβακχευμένων GU: βεβακμένων F, βεβλαμμένων v 14 ἧ καὶ F: ἡ καὶ G, ἧκα U αὐτοὺς G 16 τε om. FL, γε conicio 20. 21 ἡμίσεα κακῶν καὶ D: ἡμίση κακῶν F, ἡμίσει κακῶν GU, κακῶν ἡμίσει v 23 ἀρχήν fort. del. 24 μόνων GH: μόνον FL 25 ὃ om. V αἰτίου V 26 οὐ om. U 27 σέ] σοῦ Turn.) [*](20—21 DK fol. 162r ἐκ τοῦ περὶ μέθης β΄: τὰ ἀκούσια—συνειδότος δικαστηρίῳ μὴ καταβαρούμενα.)
Ἀαρὼν δέ ἐστιν ὁ ἱερεύς, καὶ τοὔνομα ὀρεινὸς ἑρμηνεύεται, μετέωρα καὶ ὑψηλὰ φρονῶν λογισμός, οὐ διὰ μεγαλαυχίας κενοῦ φυσήματος ὑπόπλεων ὄγκον, ἀλλὰ διὰ μέγεθος ἀρετῆς, ἣ τὸ φρόνημα ἐξαίρουσα πέραν οὐρανοῦ ταπεινὸν οὐδὲν ἐᾷ λογίζεσθαι. διακείμενος δ’ οὕτως ἄκρατον καὶ πᾶν ἀφροσύνης φάρμακον ἑκὼν οὔποτε προσήσεται.