De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
οἱ μὲν οὖν κατ’ ἰσχὺν καὶ δύναμιν ἔξαρχοι καὶ ἡγεμόνες τοῦ τὸν ἐπινίκιον καὶ εὐχαριστικὸν ὕμνον ᾄδοντος χοροῦ οἱ λεχθέντες εἰσίν, οἱ δὲ κατὰ τροπὴν καὶ ἀσθένειαν τοῦ τὸν ἐφ’ ἥτταις θρῆνον σφαδάζοντος [*](1 μέν om. V αὐτῶ FL 6 ἀνδρίας G 9 τιμῆς U 10. 11 φυσικώτατος F 11 ὃ] ὃς F 12 αὐτὸν] ὃν conicio vel κεχαρισμένον 13 ἑαυτῶ G2FL: ἑαυτῶν U, ἑαυτόν G1 μέρεσιν codd.: μέλεσιν v ὄρεσιν FL, ὅρασιν U (G1?), ὃν ἡμῖν G2, secl. Mang. 14 εὐπρεπές U 15 δὲ U αὐτὰς] αὐταῖς G 17 ὅσω G 19. 20 εὐπαθῶν U 20 ὃ scvipsi: ἁ codd. 22 δὲ G αἱ om. G ὀξυτάτου FL 24 εὐχαριστητικὸν coni. Cohu 25 τοῦ τὸν Turn.: τοῦτον codd. ἐφ’ ἥτταις θρῆνον Turn.: ἐφητεσθρῆνον U, ἐφηττεσθρῆνον F; ἐφ’, spat., θρῆνον G σφαδάζοντος] ᾄδοντος conicio) [*](igitur nobis magnopere est consonantiae disciplina, quia, tamquam in musicis, si harmonia chordarum fuerit consonanter aptata, sonum suavem modulati carminis reddit, si vero sit aliqua in fidibus dissonantia, ingratissimus sonus redditur et carminis dulcedo corrumpitur, ita et . . . .)
ἔνιοι δ’ οὐ τῷ μαλθακωτέροις τοῖς ψυχῆς κεχρῆσθαι τόνοις ἀνέπεσον ἄκοντες ὑπ’ ἐρρωμενεστέρας τῶν ἀντιπάλων ἰσχύος πιεσθέντες, ἀλλὰ μιμησάμενοι τοὺς ἐθελοδούλους ἑκόντες ἑαυτοὺς πικροῖς δεσπόταις ὑπέρριψαν γένος ὄντες ἐλεύθεροι· διὸ μὴ δυνάμενοι πεπρᾶσθαι, τὸ παραλογώτατον, αὐτοὶ δεσπότας ὠνούμενοι προσεκτῶντο, ταὐτὸ δρῶντες τοῖς ἐμφορουμένοις ἀπλήστως πρὸς μέθην οἴνου·
καὶ γὰρ ἐκεῖνοι γνώμῃ τὸν ἄκρατον, οὐ βιασθέντες προσφέρονται, ὥστε καὶ γνώμῃ τὸ μὲν νηφάλιον ἐκτέμνουσι τῆς ψυχῆς, τὸ δὲ παράληρον αἱροῦνται· „φωνὴν“ γάρ φησιν „ἐξαρχόντων [ὑπ’] οἴνου ἐγὼ ἀκούω“, τουτέστιν οὐκ ἀκούσιον ἐνδεδεγμένων μανίαν, ἀλλ’ ἑκουσίῳ
φρενοβλαβείᾳ βεβακχευμένων. πᾶς δ’ ὁ συνεγγίζων τῇ παρεμβολῇ „τὸν μόσχον ὁρᾷ καὶ τοὺς χορούς“ (Exod. 32,19), ᾗ καὶ αὐτὸς διασυνίστησι· τύφῳ γὰρ καὶ τοῖς τύφου χορευταῖς ἐντυγχάνομεν, ὅσοι πλησίον ἵστασθαι τοῦ σωματικοῦ στρατοπέδου διανοούμεθα γνώμῃ· ἐπεὶ τοῖς τε φιλοθεάμοσι καὶ τὰ ἀσώματα ὁρᾶν γλιχομένοις, ἅτε ἀτυφίας οὖσιν ἀσκηταῖς, πορρωτάτω τοῦ σώματος ἔθος διοικίζεσθαι.