De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἀνάγκη γάρ ἐστιν ἢ ἀρρηφοροῦντα αὐτὸν εἰς τὴν σκηνὴν εἰσιέναι τὰς ἀοράτους ἐπιτελέσοντα τελετὰς ἢ τῷ βωμῷ προσιόντα θυσίας ὑπέρ τε τῶν ἰδίων καὶ κοινῶν χαριστηρίους ἀναγαγεῖν· νήψεως δὲ καὶ περιττῆς ἀγχινοίας ταῦτα δεῖται.

θαυμάσαι μὲν οὖν εἰκότως ἄν τις καὶ τὸ ῥητὸν τῆς προστάξεως. πῶς γὰρ οὐ σεμνὸν νήφοντας καὶ ἐν ἑαυτοῖς ὄντας πρὸς εὐχὰς καὶ ἱερουργίας χωρεῖν, ὡς ἔμπαλιν ἀμφότερα, σῶμα καὶ ψυχήν, παρειμένους ὑπὸ οἴνου καταγέλαστον;

ἢ δεσπόταις μὲν καὶ γονεῦσι καὶ ἄρχουσιν οἰκέται καὶ υἱοὶ καὶ ὑπήκοοι μέλλοντες προσέρχεσθαι πρόνοιαν ἕξουσι τοῦ νήφειν, ὡς μήτε ἐν τοῖς λεγομένοις καὶ πραττομένοις διαμάρτοιεν μήθ’ ὡς καταπεφρονηκότες τῆς ἐκείνων ἀξιώσεως κολασθεῖεν ἤ, τὸ γοῦν ἐπιεικέστατον, χλεύην ὄφλοιεν· τὸν δὲ τοῦ παντὸς ἡγεμόνα καὶ πατέρα τις θεραπεύειν δικαιῶν οὐ καὶ σιτίων καὶ ποτῶν καὶ ὕπνου καὶ πάντων ὅσα ἀναγκαῖα τῇ φύσει περιέσται, ἀλλὰ πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνας τὸν τῶν ἀσώτων ζηλώσει βίον, καὶ βεβαρημένος τοὺς ὀφθαλμοὺς ἀπ’ οἴνου καὶ τὴν κεφαλὴν παραβάλλων καὶ τὸν αὐχένα ἐγκάρσιον πλαγιάζων καὶ ὑπ’ ἀμετρίας ἐρευγόμενος καὶ ὅλῳ διαρρέων τῷ σώματι χέρνιβος ἢ βωμῶν ἢ θυσιῶν προσάψεται; ἀλλ’ οὐδὲ τὴν ἱερὰν ἐξ ἀπόπτου φλόγα θεάσασθαι τῷ τοιούτῳ θέμις.

εἰ μέντοι μήτε σκηνὴν μήτε θυσιαστήριον ὑπολάβοι τις λέγεσθαι τὰ ὁρώμενα ἐκ τῆς ἀψύχου καὶ φθαρτῆς δημιουργηθέντα [*](1 προπορεύησθε FL 3 ἀγίων—μέσον om. U 5 καὶ post μεγαλαυχίας add. Mang. 6 κενοῦ GFL: καὶ νοῦ U ὄγκου G2 ἢ U 9 προσήσεται F: προσίσεται G, προσίεται U, προσοίσεται ν ἀρρηφροῦντα FL αὐτὸν Mang.: αὐτοῖς codd. 10 ἀοράτους] ἀρρήτους coni. Mang. 12 μὲν] γ᾿ G2 in μὴ 14 ἐν] ras. in G ἑαυτοῖς FLN: ἑαυτῶν G, αὐτῶ U 15 ἢ FLN: εἰ τὸ GU 19 ἐκείνοις κολάσεως κολασθεῖεν U 21. 22 περιβάλλων πλησιάζων N 23 βαρημένος G ἀπ᾿] ὑπ᾿ conicio 24 περιβάλλων N πλησιάζων V ὑπὸ U θέμις U 26 26 οὐδὲν G1) [*](13—27 Ν fol. 187r: πῶς γὰρ — θέμις)

v.2.p.196
ὕλης, ἀλλὰ τὰ ἀόρατα καὶ [τὰ] νοητὰ θεωρήματα, ὧν αἰσθηταὶ ταῦτα εἰκόνες, καταπλαγήσεται μᾶλλον τὴν ὑφήγησιν.