De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τῆς δὲ συμφωνίας καὶ εὐαρμοστίας μέγα τεκμήριον τὸ προσαγηοχέναι τὸ δῶρον τῷ θεῷ, τοῦτο δ’ ἐστὶ τιμῆσαι πρεπόντως τὸ ὂν διὰ τοῦ σαφέστατα ὡμολογηκέναι, ὅτι δῶρόν ἐστιν αὐτοῦ τόδε τὸ πᾶν· λέγει γὰρ φυσικώτατα·
„ἀνὴρ ὃ εὗρε, τοῦτο προσήνεγκε δῶρον“. ἕκαστος δ’ ἡμῶν γενόμενος εὐθὺς εὑρίσκει τὸ μέγα δῶρον θεοῦ τὸν παντελῆ κόσμον, αὐτὸν ἑαυτῷ καὶ τοῖς ἀρίστοις μέρεσιν [ὄρεσιν] ἐχαρίσατο.
εἰσὶ δὲ καὶ ἐν μέρει δωρεαί, ἃς θεῷ τε δοῦναι καὶ λαβεῖν ἀνθρώποις ἐμπρεπές. αὗται δ’ ἂν εἶεν ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, ὧν τὴν εὕρεσιν σχεδὸν ἄχρονον οὖσαν διὰ τὸ ὑπερβάλλον τοῦ χαριζομένου τάχος ἐν οἷς εἴωθε δωρεῖσθαι πᾶς καταπέπληκται, καὶ ὅτῳ μηδὲν μέγα τῶν ἄλλων ὑπείληπται.
διὸ καὶ πυνθάνεται· „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον;“ τεθαυμακὼς τῆς σπουδαίας διαθέσεως τὴν ὀξύτητα· ὁ δὲ εὖ παθὼν εὐθυβόλως ἀποκρίνεται· „ὃ παρέδωκε κύριος ὁ θεός“ (Gen. 27,20)· παραδόσεις γὰρ καὶ ὑφηγήσεις βραδεῖαι μὲν αἱ δι’ ἀνθρώπων, ὀξύταται δ’ αἱ διὰ θεοῦ, φθάνουσαι καὶ τὴν ὀξυτάτην χρόνου κίνησιν.