De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἰδιώτῃ δὲ οὐδενὶ παιδείας ἐφεῖται τοῦτο τὸ φρέαρ ὀρύττειν, μόνοις δὲ βασιλεῦσιν, ᾗ φησιν· „ἐλατόμησαν αὐτὸ βασιλεῖς“ (Num. 21, 16—18)· μεγάλων γὰρ ἡγεμόνων ἀναζητῆσαι καὶ κατεργάσασθαι σοφίαν, οὐχὶ τῶν ὅπλοις γῆν καὶ θάλατταν ὑπηγμένων, ἀλλὰ τῶν ψυχῆς δυνάμεσι τὸν πολύτροπον αὐτῆς

καὶ μιγάδα καὶ πεφορημένον ὄχλον κατηγωνισμένων. τούτων φοιτητὰς καὶ γνωρίμους εἶναι συμβέβηκε τοὺς λέγοντας· „οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς· προσαγηόχαμεν τὸ δῶρον κυρίῳ ἀνήρ, ὃ εὗρεν“ (Num. 31, 49. 50)·

ἐοίκασι γὰρ καὶ οὗτοι πάλιν ἐπινίκιον ᾆσμα ἐξάρχειν τελείων καὶ ἡγεμονικῶν δυνάμεων ἐφιέμενοι— τὸν γὰρ συντιθέντα τὸ κεφάλαιον καὶ πλεῖστον ἀριθμὸν τῶν κατ’ ἀνδρείαν λόγων φασὶ λαβεῖν —, οὓς ἐκ φύσεως εἶναι πολεμικοὺς συμβέβηκε δυσὶν ἀντιτεταγμένους τέλεσιν, ἑνὶ μὲν οὗ ἡ δυσθεράπευτος ἀφηγεῖται δειλία, ἑτέρῳ δὲ οὗ ἡ ἀρειμάνιος θρασύτης· ἀμφότεραι δὲ γνώμης ἀγαθῆς ἀμέτοχοι.

παγκάλως δ’ εἴρηται τὸ μηδένα διαπεφωνηκέναι πρὸς ὁλοκλήρου καὶ παντελοῦς μετουσίαν ἀνδρείας· καθάπερ γὰρ λύρα [*](1 τὴν post ἑστάναι add. v 2 ἀξίας G 3 ἀσκητικὸν] ὁρατικὸν Mang. 4 ἀνακράτος GF 12 ἀνταγώνιστον G ἣν] ἡ F1, ἣ F2, 13 ἐπιπόλεως G 14 οὐδέν FL 19 κατηγωνισαμένων L 22 προσαγηόχαμεν τὸ GU: προσαγήοχα τὸ F, προσαγηόχατο L, προσαγήοχε τὸ v 25 συντιθέντα Turn.: συντεθέντα codd. τὸ FL: om. GU 27 δυσθεράπευτος Mang.: δυσθήρατος codd. 28 δουλεία U ἑτέρῳ scripsi: ἑτέρου codd. 30 ἀνδρίας G γὰρ addidi) [*](30 sqq. Origenes Homilia XXVI 2 in Numeros p. 370 (ad eundem locum): discenda)

v.2.p.193
καὶ πᾶν μουσικῆς ὄργανον ἐκμελὲς μέν, κἂν εἷς αὐτὸ μόνον ἀπῳδὸς ᾖ φθόγγος, ἡρμοσμένον δ’, ὅταν μιᾷ πλήξει συνηχῶσι τὴν αὐτὴν συμφωνίαν ἀποτελοῦντες, τὸν αὐτὸν τρόπον καὶ τὸ ψυχῆς ὄργανον ἀσύμφωνον μέν, ὅταν ἢ θράσει σφόδρα ἐπιτεινόμενον πρὸς τὸ ὀξύτατον βιάζηται ἢ δειλίᾳ πλέον τοῦ μετρίου ἀνιέμενον πρὸς τὸ βαρύτατον χαλᾶται, σύμφωνον δ’, ὅταν οἱ τῆς ἀνδρείας καὶ πάσης ἀρετῆς τόνοι πάντες ἀνακραθέντες ἓν εὐάρμοστον ἀπογεννήσωσι μέλος.