De Ebrietate

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

παρὸ καὶ θεοπλαστεῖν ἀρξάμενος ἀγαλμάτων καὶ ξοάνων καὶ ἄλλων μυρίων ἀφιδρυμάτων ὕλαις διαφόροις τετεχνιτευμένων κατέπλησε τὴν οἰκουμένην, γραφεῦσι καὶ πλάσταις, οὓς ὑπερορίους ὁ νομοθέτης τῆς κατ’ αὐτὸν πολιτείας ἤλασεν, ἆθλά τε μεγάλα καὶ τιμὰς ὑπερβαλλούσας ἰδίᾳ τε καὶ κοινῇ ψηφισάμενος, καὶ κατειργάσατο τοὐναντίον οὗ προσεδόκησεν, ἀντὶ ὁσιότητος ἀσέβειαν·

τὸ γὰρ πολύθεον ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθεότητα κατασκευάζει, καὶ θεοῦ τιμῆς ἀλογοῦσιν οἱ τὰ θνητὰ θειώσαντες· οἷς οὐκ ἐξήρκεσεν ἡλίου καὶ σελήνης, εἰ δὲ ἐβούλοντο, καὶ γῆς ἁπάσης καὶ παντὸς ὕδατος εἰκόνας διαπλάσασθαι, ἀλλ’ ἤδη καὶ ἀλόγοις ζῴοις καὶ φυτοῖς τῆς τῶν ἀφθάρτων τιμῆς μετέδοσαν. ὁ δὴ τούτοις ἐπιτιμῶν τὸν ἐπινίκιον ὕμνον ἐξάρχων ἐδείχθη.

καὶ Μωυσῆς μέντοι κατὰ ταῦτα, ἐπειδὰν ἴδῃ τὸν βασιλέα τῆς Αἰγύπτου, τὸν ὑπέραυχον νοῦν, σὺν τοῖς ἑξακοσίοις ἅρμασι (Exod. 14, 7), ταῖς τοῦ ὀργανικοῦ σώματος ἓξ κινήσεσιν ἡρμοσμέναις τοῖς ἐπιβεβηκόσι τριστάταις (Exod. 15, 4), οἳ μηδενὸς τῶν κατὰ γένεσιν πεφυκότος [*](1 prius παρὰ] περὶ F 2 παρὰ ὤτων τὸ ἀκούειν U 3 χιλοῦ G 6 οἰκείας U 8 τὰ πάντα F αὑτοῦ Turn.: αὐτοῦ codd. 12 τοῦ θεοῦ δὲ G 13 τὰ πάντα κτήματα v 14 γεγεννῆσθαι U 15 αὐτῇ v 16 εἶδε GF: οἶδεν UL 17 τῶν γινομένων conicio 20 τῆς om. G1U κατὰ τὸν U 21 καὶ addidi 22 οὐ] δὲ οὐ F 23 ἀθεότης Turn. κατασκευάζει addidi ἀλγοῦσιν U 25 ἠβούλοντο FL 26 μετέδωσαν G 27 δὴ] δὲ v 28 ταὐτὸ conicio)

v.2.p.192
ἑστάναι περὶ πάντων οἴονται δεῖν ὡς ἂν παγίως ἱδρυμένων καὶ μηδεμίαν δεχομένων μεταβολὴν ἀποφαίνεσθαι, δίκην ἀξίαν τῆς ἀσεβείας ὑποσχόντα καὶ τὸν ἀσκητικὸν ἔμπαλιν τὰς ἐπιδρομὰς τῶν πολεμίων ἐκφυγόντα καὶ ἀνὰ κράτος ἀπροσδοκήτως διασωθέντα, τὸν δίκαιον καὶ ἀληθῆ βραβευτὴν ὑμνεῖ θεὸν τὰ πρεπωδέστατα καὶ οἰκειότατα ταῖς συντυχίαις ἐξάρχων ᾄσματα, διότι „ἵππον καὶ ἀναβάτην ῥίψας εἰς θάλασσαν“ (Exod. 15, 1), τὸν ἐποχούμενον νοῦν ταῖς τοῦ τετράποδος καὶ ἀφηνιαστοῦ πάθους ἀλόγοις ὁρμαῖς ἀφανίσας, βοηθὸς καὶ ὑπερασπιστὴς ἐγένετο τῆς ὁρατικῆς ψυχῆς, ὡς χαρίσασθαι παντελῆ σωτηρίαν αὐτῇ.

ὁ δὲ αὐτὸς καὶ ἐπὶ τοῦ φρέατος ἐξάρχει, οὐκέτι μόνον ἐπὶ καθαιρέσει τῶν παθῶν, ἀλλὰ καὶ ἐπὶ τῷ τὸ κάλλιστον κτημάτων, σοφίαν, ἀνανταγώνιστον ἰσχῦσαι λαβεῖν, ἣν ἀπεικάζει φρέατι· βαθεῖα γὰρ καὶ οὐκ ἐπιπόλαιος, γλυκὺ ἀναδιδοῦσα νᾶμα καλοκἀγαθίας διψώσαις ψυχαῖς, ἀναγκαιότατον ὁμοῦ καὶ ἥδιστον ποτόν·