De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἴσον ἐστὶ τῷ περιγεγενημένων τῷ πολέμῳ· ἰσχὺς γὰρ τοῦ κρατεῖν αἴτιον. οὕτως τὸν σοφὸν Ἀβραὰμ μετὰ τὴν τῶν ἐννέα καθαίρεσιν βασιλέων, παθῶν μὲν τεττάρων, πέντε δὲ αἰσθητικῶν δυνάμεων, αἳ παρὰ φύσιν ἐκινοῦντο, εἰσάγει τὸν εὐχαριστητικὸν ὕμνον ἐξάρχοντα καὶ φάσκοντα ταυτί· „ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν“ (Gen. 14,22.23).
δείκνυσι δ’, ὥς γ’ ἐμοὶ δοκεῖ, τὸ γεγονὸς πᾶν, οὐρανόν, γῆν, ὕδωρ, πνεῦμα, ζῷα ὁμοῦ καὶ φυτά· ἑκάστῳ γὰρ αὐτῶν ὁ τὰς τῆς ψυχῆς ἐνεργείας πρὸς θεὸν τείνας καὶ παρ’ αὐτοῦ μόνου τὰς ὠφελείας ἐπελπίζων δεόντως ἂν εἴποι· παρ’ οὐδενὸς λήψομαι τῶν σῶν, οὐ παρ’ ἡλίου τὸ μεθημερινόν, οὐ παρὰ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τὸ νυκτὶ φέγγος, οὐ παρὰ ἀέρος καὶ [*](3 ἀνατεταγμέναι FL ἑαυτοῦ Η 4 ἄρρητος FH ἡ om. Η 5 παθῶν post ἄλλων add. Mang. G ἡ om. U 7 τῳ] τῶν H 7. 8 τὸ κατὰ τοὺς ποιητὰς λεγόμενον, χρήσαιτο ὁμοῦ conicio 8 χρήσεται G, χρήσαι H 8. 9 ἐξεληλυθότος coni. Mang. 9 τὴν ἀπ’ ἐκείνης Η 11 φίλως U 12 μακρὰν om. G 14 εἴ τις G 15 τὸ] τῶ G οὐκέτι G 17 οὗτος coni. Mang. Ἁβραὰμ FH 18 παρὰ] περὶ H 19 εὐχαριστητικὸν G1: εὐχαριστικὸν ceteri 20 primum τὸν om. H 21 σφαῖρός G 22 τῶν om. GU γ’ ἐμοὶ Turu.: γέ μοι GUF, ἔμοιγε Η 25 παρ’ add. Cohn 26 post μεθημερινόν desinit fragmentum libro De migratione insertum in II, cf. ad p. 179, 11. quae sequuntur desunt in H usque ad ἑ 136 εἰσιόντι (babet L)) [*](7 cf. Hom. B 489)
ὁ μὲν οὖν τοῦ ὄντος ὁρατικὸς τὸν αἴτιον ἐπιστάμενος τὰ ὧν ἐστιν αἴτιος δεύτερα μετ’ ἐκεῖνον τετίμηκεν ὁμολογῶν ἀκολακεύτως τὰ προσόντα αὐτοῖς. ἡ δὲ ὁμολογία δικαιοτάτη· παρ’ ὑμῶν μὲν οὐδέν, παρὰ δὲ τοῦ θεοῦ λήψομαι, οὗ κτήματα τὰ πάντα, δι’ ὑμῶν δὲ ἴσως· ὄργανα γὰρ ὑπηρετήσοντα ταῖς ἀθανάτοις αὐτοῦ χάρισι γεγένησθε.
ὁ δὲ ἀπερίσκεπτος διάνοιαν τυφλωθείς, ᾗ τὸ ὂν μόνῃ καταληπτόν ἐστιν, αὐτὸ μὲν οὐδαμῇ οὐδαμῶς εἶδε, τὰ δὲ ἐν κόσμῳ σώματα αἰσθήσεσι ταῖς ἑαυτοῦ, ἃ δὴ πάντων ἐνόμισε γινομένων αἴτια.