De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
λέγει δὲ καὶ ἑτέρωθι ὅτι „ἐπειδὰν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς τὸν κύριον, καὶ αἱ φωναὶ παύσονται“ (Exod. 9, 29). μὴ νομίσῃς δὲ τὸν διαλεγόμενον ἄνθρωπον εἶναι, τὸ ψυχῆς καὶ σώματος ὕφασμα ἢ πλέγμα ἢ κρᾶμα ἢ ὅ τι ποτὲ χρὴ καλεῖν τουτὶ τὸ σύνθετον ζῷον, ἀλλὰ νοῦν εἱλικρινέστατον καὶ καθαρώτατον, ὃς ἐν μὲν τῇ πόλει τοῦ σώματος καὶ τοῦ θνητοῦ βίου περιεχόμενος ἔσταλται καὶ συνείληπται καὶ ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμένος μηδὲ ἐλευθέρου δύνασθαι σπᾶν ἀέρος ἄντικρυς ὁμολογεῖ, ἐπειδὰν δὲ ἐξέλθῃ τὴν πόλιν ταύτην, καθάπερ πόδας καὶ χεῖρας οἱ δεσμῶται τὰς [*](1. 2 ἐστιν ἡ μὲν GU: ἐστι μὲν FL, ἐστιν H 3 καὶ ante μάρτυς add. H 3 Ψευδέστατος H 4 καὶ om. U 6 σταθερώτερος H ἵδρυτο om. L 10 ἔργα] ἔρως H 14 Μωυσῆς, φησί v 15 πορρωτάτω] πέραν H 16 ὁ D: om. codd. Mas. 17 τοῦ om, H 19 βίον θεῖον] θίασον coui. Mang-. 22 κράμμα H tertium ἢ om. F 23 τὸ om. U 23. 24 νοῦν—ὅς om. H 25 συνείληται G 26 μηδὲν U 27 χεῖρας καὶ πόδας H) [*](16—19 DR fol. 77r τοῦ αὐτοῦ (Max. Ecl. cap. 21): ὁ σοφὸς μέτοικος καὶ μετανάστης ἐστὶν ἐκ τοῦ περιφυρμένου DR) βίου πρὸς τὴν εἰρηναίοις καὶ μακαρίοις πρέπουσαν ζωήν (πρέπουσαν καὶ μακαρίαν ζωήν Max.). 21—23 N fol. 187r: μὴ νομίσης—ζῶον.)
ἢ οὐχ ἡδονῆς μὲν ἀνατεταμέναι αἱ ἐκβοήσεις, δι’ ὧν τὰ ἑαυτῇ φίλα εἴωθε προστάττειν, ἐπιθυμίας δὲ ἄρρηκτος ἡ φωνὴ χαλεπὰς ἀπειλὰς κατὰ τῶν μὴ ὑπηρετούντων ἀπειλούσης, καὶ τῶν ἄλλων ἑκάστου πολύηχος καὶ μεγαλόφωνός τις ἡ γῆρυς;
ἀλλὰ γὰρ οὐδ’ εἰ μυρίοις στόμασι καὶ γλώτταις ἕκαστον τῶν παθῶν τῷ κατὰ τοὺς ποιητὰς λεγομένῳ χρήσαιτο ὁμάδῳ, τὰς τοῦ τελείου δύναιτ’ ἂν ἀκοὰς συγχέαι μετεληλυθότος ἤδη καὶ τὴν αὐτὴν ἐκείνοις πόλιν μηκέτ’ οἰκεῖν ἐγνωκότος.
φαμένου δὴ τοῦ πεπονθότος, ὅτι ἐν τῷ σωματικῷ στρατοπέδῳ τὰς τοῦ πολέμου φωνὰς εἶναι πάσας συμβέβηκε τῆς εἰρήνῃ φίλης ἡσυχίας μακρὰν ἀπεληλαμένης, ὁ ἱερὸς συναινεῖ λόγος· οὐ γὰρ λέγει μὴ εἶναι πολέμου φωνήν, ἀλλὰ μὴ τοιαύτην, ὁποίαν ἔνιοι νομίζουσιν ἢ νενικηκότων ἢ κεκρατημένων, ἀλλ’ ἥτις ἂν γένοιτο βεβαρημένων καὶ πεπιεσμένων οἴνῳ· τὸ γὰρ „οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν“