De Ebrietate
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
παραστήσωμεν, ὡς ἂν οἷοί τε ὦμεν· τὰ περὶ ἡμᾶς τοτὲ μὲν [*](1 τόν om. U εὐχαριστητικὸν G: εὐχαριστικὸν ceteri 3 ἑκουσίων coni. Mang. μισθὸν U, μεθ’ ὧν Η 3. 4 ἀξιωθέντας U: ἄν ἀξιωθέντας FH, ἀναξιωθέντας G 4 ἰσάχαρ 5 ἀγενήτου G: ἀγεννήτου UFH Ἁβραὰμ H 6 λήματος Mang.: λήμματος codd. 7 Μωυσῆς G 8 ἀναπειθῆ G ἐραστὴν H 9 ἀνάπτοντα F 10 ἑκουσίοις Tiiru. ὑπὸ G 11 τοῦ] διὰ τοῦ coui. Mang. 12 τὸ τοῦ τῆς UF: τοῦ τῆς G, τοῦτο II 13 σπᾶσθαι G καταχεύειν G 14 τὰς] τῆς Η 15 τὸ] τῆς H 16 ἐμνήσατο H 16. 17 καὶ τοσοῦτον τῆς ἀσεβείας ἐπιβαίνειν conicio 18 τιμώμενον] τυφόμενον H 18 οὗ] οἶς FL 20 παροίμιον U θαλείαις U 21 αὑτοῖς scripsi: αὐτῶν codd., αὐτῶν v 22 ἐξοινεῖ U τῆς ψυχῆς τὸν τόνον FL: τὴν ψυχὴν τῶν τόνων GUH 23 τῆς φωνῆς addidi 26 ἤγγικεν ἐν τῆ παρεμβολῆ Η, ἤγγιζεν ἡ παρεμβολή U 28 παραστήσομεν FH μὲν] μὲν γὰρ H)
μάρτυς δ’ ὁ πεπονθὼς ἀψευδέστατος· ἀκούσας γὰρ τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων λέγει πρὸς τὸν σκεπτικὸν καὶ ἐπίσκοπον τῶν πραγμάτων· „φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ.“ ἕως μὲν γὰρ οὐκ ἐκινοῦντο καὶ ἐκεκράγεσαν ἐν ἡμῖν αἱ ἄλογοι ὁρμαί, σταθερώτερον ὁ νοῦς ἵδρυτο· ἐπειδὴ δὲ ἤρξαντο πολύφωνον καὶ πολύηχον ἀπεργάζεσθαι τὸ ψυχῆς χωρίον τὰ πάθη συγκαλοῦσαι καὶ ἀνεγείρουσαι, στάσιν ἐμφύλιον ἐγέννησαν.
ἐν δὲ τῷ στρατοπέδῳ ὁ πόλεμος, φυσικώτατα· ποῦ γὰρ ἀλλαχόθι ἔριδες, μάχαι, φιλονεικίαι, πάνθ’ ὅσα ἔργα ἀκαθαιρέτου πολέμου, πλὴν ἐν τῷ μετὰ σώματος βίῳ, ὃν ἀλληγορῶν καλεῖ στρατόπεδον; τοῦτον εἴωθεν ἀπολιπεῖν ὁ νοῦς, ὅταν θεοφορηθεὶς πρὸς αὐτῷ τῷ ὄντι γένηται καταθεώμενος τὰς ἀσωμάτους ἰδέας· „λαβὼν“
γάρ φησι „Μωυσῆς τὴν ἑαυτοῦ σκηνὴν ἔπηξεν ἔξω τῆς παρεμβολῆς“, καὶ οὐ πλησίον, ἀλλὰ πορρωτάτω καὶ „μακρὰν ἀπὸ τῆς παρεμβολῆς“ (Exod. 33, 7). αἰνίττεται δὲ διὰ τούτων, ὅτι ὁ σοφὸς μέτοικος καὶ μετανάστης ἐστὶν ἀπὸ πολέμου πρὸς εἰρήνην καὶ ἀπὸ τοῦ θνητοῦ καὶ πεφυρμένου στρατοπέδου πρὸς τὸν ἀπόλεμον καὶ εἰρηναῖον λογικῶν καὶ εὐδαιμόνων ψυχῶν βίον θεῖον.