De Plantatione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

οὗτός ἐστιν Ἰσαάκ, ὃς ἑρμηνεύεται γέλως, ᾧ παίζειν μετὰ τῆς ὑπομονῆς, ἣν Ῥεβέκκαν Ἑβραῖοι καλοῦσιν, ἁρμόττει. τὴν [*](p. 355 M.) δὲ | θείαν παιδιὰν τῆς ψυχῆς ἰδιώτῃ μὲν οὐ θέμις ἰδεῖν, βασιλεῖ δὲ ἔξεστιν, ᾧ πάμπολυν χρόνον παρῴκησεν, εἰ καὶ μὴ πάντ’ ἐνῴκησε τὸν αἰῶνα, σοφία. προσαγορεύεται οὗτος Ἀβιμέλεχ, ὃς διακύψας τῇ θυρίδι, τῷ διοιχθέντι καὶ φωσφόρῳ τῆς διανοίας ὄμματι, τὸν Ἰσαὰκ εἶδε παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ (Gen. 26,8).

τί γὰρ ἄλλο [*](1 μεθύσεως G γίνεται M μεθύεται H 2 χύσιν scripsi: ἴσχυσιν codd. ἁμάρτημα M εὐφρόνων U, ἀφρόνων F 3. 4 νηφόντων U, νηφόντως F 4 γίγνεται GU: γίνεται MFH οὐδ’ ἂν Cohn: οὐδὲν MGUF, οὐδ’ ἐν Η 5 μεθύσεσθαι M 6 αὐστηρὸν Arnim: αὐχμηρὸν codd. τῆς om. GUF 7 καὶ om. L 8 πολλάκις om. H 9 παιδειὰν G τὴν conicio 10 ἐν ἡρμοσμένη FH: ἐνηρμοσμένη MGU μελλοῦς κροῦσιν M 12 γἐλος F 13 ἀλλ’ ἃ M: ἀλλὰ GUFH πολλοῖς U μόνω Η 14 γεγόνασιν M αὐτήκοον et αὐτομαθῆ M1 15. 16 εἶναι γέλωτα v 16 ὃς] ὃ U ᾦ scripsi: ὃς MGUF, οὓς H, ὃν v 18 παιδειὰν M 19 ᾦ Mang.: οὖ MH, οὐ GUF 20 τῆς θυρίδος conicio (cf. Clem.) 22 αὑτοῦ v) [*](16 sqq. Clem. Faedag. Ι § 21. 22 p. 110. 111 P. . . . γέλως ἑρμηνεύεται ὁ Ἰσαάκ. τοῦτον ἑώρακεν παίζοντα μετὰ τῆς γυναικὸς καὶ βοηθοῦ, τῆς Ῥεβέκκας, ὁ περίεργος βασιλεύς . . . Ῥεβέκκαν δὲ ἑρμηνεύουσιν ὑπομονήν .... καὶ αὕτη ἡ θεία παιδιά . . . . τί γὰρ ἄλλο εὐπρεπὲς ἔργον σοφῷ καὶ τελείῳ ἣ παίζειν καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ ..... διακύψας τῆς θυρίδος ....)

v.2.p.168
ἐμπρεπὲς ἔργον σοφῷ ἢ τὸ παίζειν καὶ γανοῦσθαι καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ; ἐξ ὧν ὅτι καὶ μεθυσθήσεται δῆλόν ἐστι τῆς μέθης ἠθοποιούσης καὶ ἄνεσιν καὶ ὠφέλειαν ἐργαζομένης·

ὁ γὰρ ἄκρατος τὰ τῇ φύσει προσόντα ἐπιτείνειν καὶ σφοδρύνειν ἔοικεν εἴτε καλὰ εἴτε καὶ τὰ ἐναντία, καθάπερ καὶ πολλὰ τῶν ἄλλων· ἐπεὶ καὶ χρήματα αἴτια μὲν ἀγαθῶν ἀγαθῷ, κακῷ δέ, ὡς ἔφη τις, κακῶν· καὶ πάλιν δόξα τοῦ μὲν ἄφρονος τὴν κακίαν ἐπιφανεστέραν, τοῦ δὲ δικαίου τὴν ἀρετὴν εὐκλεεστέραν ἐπιφαίνει. οὕτως οὖν καὶ ὁ ἄκρατος ἀναχυθεὶς τὸν μὲν πάθεσι κεχρημένον ἐμπαθέστερον, τὸν δὲ εὐπαθείαις εὐμενέστερον καὶ ἵλεω μᾶλλον ἀπειργάσατο.

τίς γε μὴν οὐκ οἶδεν, ὅτι δυεῖν ἐναντίων ἐπειδὰν θάτερον εἶδος ἐφαρμόζῃ πλείοσι, καὶ θάτερον ἐξ ἀνάγκης συμβήσεται; οἷον λευκοῦ καὶ μέλανος ἐναντίων ὄντων, εἰ τὸ λευκὸν ἀστείοις τε καὶ φαύλοις, καὶ τὸ μέλαν ἐξ ἴσου δήπουθεν ἀμφοτέροις, οὐχὶ μόνοις προσέσται τοῖς ἑτέροις. καὶ μὴν τό γε νήφειν καὶ τὸ μεθύειν ἐναντία, μετέχουσι δὲ τοῦ νήφειν, ὡς ὁ τῶν προτέρων λόγος, ἀγαθοί τε καὶ φαῦλοι· ὥστε καὶ τὸ μεθύειν ἑκατέρῳ τῶν εἰδῶν ἐφαρμόττει. μεθυσθήσεται τοιγάρτοι καὶ ὁ ἀστεῖος μηδὲν τῆς ἀρετῆς ἀποβαλών.

εἰ δ’ ὥσπερ ἐν δικαστηρίῳ μὴ μόνον ταῖς ἐντέχνοις ἀποδείξεσιν, ἀλλὰ καὶ ταῖς ἀτέχνοις λεγομέναις χρηστέον, ὧν μία ἐστὶν ἡ διὰ τῶν μαρτυριῶν, πολλοὺς καὶ εὐδοκίμους μαρτυροῦντας παρεξόμεθα παῖδας ἰατρῶν καὶ φιλοσόφων, οὐ λόγοις μόνον ἀλλὰ καὶ γράμμασι τὴν μαρτυρίαν σημαινομένους.

μυρίας γὰρ ἀπολελοίπασι συντάξεις ἐπιγράψαντες περὶ μέθης, ἐν αἷς περὶ ψιλῆς αὐτὸ μόνον χρήσεως οἴνου [*](1 ἐμπρεπὲς scripsi: εὐπρεπὲς Clem., ἐμπρέπει codd. ἀγανοῦσθαι G, γάννυσθαι F 2 aut κακῶν aut ἐπιμονῇ dubitanter Mang. 3 ἀφέλειαν coni. Mang. b τἀναντία M, ἐναντία Η 6 αἴτια U: αἴσια MGFH ἀγαθῶν ἀγαθῷ scripsi: ἀγαθῶν MGFH, ἀγαθὸν U, ἀγαθῷ ἀγαθῶν v κακῷ Turn. : κακὰ codd. κακῶν GFH: κακὸν U, otn. M 7 δικαίου δὲ M 8 ἐμφαίνει M, ἐπιφέρει U καὶ om. M ἀναλυθεὶς G 9 ἐμπαθέστερον scripsi: εὐπαθέστερον codd. εὐπαθείας GUF 10 ἵλεων V ὸἶδεν MGUF: εἶδεν Η δυοῖν MH 11 ἐφαρμόζει GF, ἐφαρμόση U πλείοσιν M 12 συμβήσηται U εἰ] εἰς UH 13 τε καὶ] τ, tum spat. M ἐξίσου GUH 14 πρόσεστι U ἑταίροις F 14 15 καὶ τὸ — νήφειν om. U 15. 16 ἐναντία—μεθύειν ora. F 16 πῶς τε U ἑκατέρων UF 17 καὶ om. M 18 ταῖς] τοῖς M 19 καὶ ἀτέχνοις G ἀτέχναις Η post λεγομέναις add. αἷς G 20 διὰ om. H παραδεξόμεθα H 22 ἐνσημηναμένους conicio 23 ψιλοῦ G, οὐ G, in ras. χρήσεως οἴνου M: οἴνου GUFH, οἴνου post σκοποῦσιν transpos. H, οἴνου χρήσεως Mang.) [*](5. 6 [Platonis] Eryxias p. 397 E)

v.2.p.169
σκοποῦσιν, οὐδὲν περὶ τῶν ληρεῖν εἰωθότων προσεξετάζοντες, ἀλλ’ ὅλον τὸ παροινίας παραπέμψαντες εἶδος· ὥστε καὶ παρὰ τούτοις σαφέστατα ἀνωμολογῆσθαι, ὅτι τὸ μεθύειν ἦν τὸ οἰνοῦσθαι. οἴνου δὲ σπάσαι πλείονος οὐκ ἂν εἴη χεῖρον ἐν καιρῷ σοφόν· οὐ τοίνυν διαμαρτησόμεθα λέγοντες ὅτι μεθυσθήσεται.

ἐπεὶ δὲ οὐδεὶς καθ’ αὑτὸν ἀγωνιζόμενος ἀναγράφεται νικῶν, εἰ δὲ ἀγωνίζεται, σκιαμαχεῖν μᾶλλον ἂν εἰκότως δόξαι, ἀνάγκη καὶ τοὺς τὸ ἐναντίον κατασκευάζοντας λόγους εἰπεῖν, ἵνα δικαιοτάτη γενηθῇ κρίσις, μηδετέρου μέρους ἐξ ἐρήμου καταδικασθέντος.