De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
οὔτε ἄδην οὔτε ἀεὶ προσεφέροντο τὸν ἄκρατον, ἀλλ’ ἔν τε κόσμῳ καὶ καιρῷ προσήκοντι. πρότερον γὰρ εὐξάμενοι καὶ θυσίας ἀναγαγόντες καὶ ἱλασάμενοι τὸ θεῖον, σώματα καὶ ψυχὰς καθηράμενοι, τὰ μὲν λουτροῖς, τὰ δὲ νόμων καὶ παιδείας ὀρθῆς ῥεύμασι, φαιδροὶ καὶ γεγηθότες πρὸς ἀνειμένην δίαιταν ἐτρέποντο, μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι, ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διατελοῦντες, ἵνα καὶ τῶν θυσιῶν μεμνημένοι καὶ τὸν τόπον αἰδούμενοι ἱεροπρεπεστάτην ὡς ἀληθῶς ἄγωσιν εὐωχίαν, μήτε λόγῳ μήτε ἔργῳ διαμαρτάνοντες.
ἀπὸ τούτου γέ τοί φασι τὸ μεθύειν ὠνομάσθαι, ὅτι μετὰ τὸ θύειν ἔθος ἦν τοῖς πρότερον οἰνοῦσθαι. τίσι δὴ μᾶλλον οἰκεῖος ἂν εἴη τῆς τοῦ ἀκράτου χρήσεως ὁ λεχθεὶς τρόπος ἢ σοφοῖς ἀνδράσιν, οἷς καὶ τὸ πρὸ τῆς μέθης ἔργον ἁρμόττει τὸ θύειν;
σχεδὸν γὰρ οὐδὲ εἷς τῶν φαύλων πρὸς ἀλήθειαν ἱερουργεῖ, κἂν ἐνδελεχεῖς μυρίους βόας ἀνὰ πᾶσαν ἡμέραν ἀνάγῃ· τὸ γὰρ ἀναγκαιότατον ἱερεῖον αὐτῷ λελώβηται, ὁ νοῦς, λώβας δὲ οὐ θέμις βωμῶν προσάψασθαι.
Δεύτερος μὲν δὴ λόγος οὗτος εἴρηται, δεικνὺς ὅτι οὐκ ἀλλότριον σπουδαίου τὸ μεθύειν, τρίτος δ’ ἐστὶν ἀπὸ διαφερούσης τῆς πρὸς τὴν ἐτυμολογίαν πιθανότητος ἠρτημένος· τὴν γὰρ μέθην οὐ μόνον, ἐπειδὴ μετὰ θυσίας ἐπιτελεῖται, νομίζουσί τινες εἰρῆσθαι, ἀλλ’ ὅτι καὶ [*](1 κὰν εἰ coni. Mang. ἔσπευδον H ἀνέμεινον H 1. 2 οὐ κακὰ τὸ H, οὐ κατὰ τὸ L 2 βραδέως H: οὐ H: om. MGUF 3 εὐλογιστίας conicio 4 prius καὶ om. Η 5 ἄδην scripsi: ἄρδην codd. προσέφερον τοῦτον ἄκρατον F τὸν] τοῦτον N 7 σώματά #x003E; coni. Mang. 8 νόμων Turn.: νόμω codd. N 10 διατελοῦντες Cohn: διαπατοῦντες codd. 11 τρόπον H ἱεροπρεπέστατον M, ιεροπρεπεστάτως N 13 ὠνόμασται G ὠνομάσθαι — θύειν om. U 14 τίσι G2H: τί MG1UF εἴη GH2: εἶναι MG1UF 15 νῦν post οἷς add. v τὸ H: τόν U, τὰ MGF 16 τὸ μεθύειν G 17 κἄν] καὶ F ἀνὰ] κατὰ U ἀνάγη Mang. : ἀγάγῃ codd. 18 βωμῶν MGF: βωμῷ H, βωμοῦ U 19 προσψαύσασθαι Η 21 τρίτος M: τρίτον GUFH πρὸς] περὶ conieio 22 ἠρτημένος scripsi: ἠρτημένον codd. 22. 23 ἐπειδὴ οὐ μόνον M 23 ἐπιτελεῖται Turn.: ἐπιτελεῖσθαι codd.) [*](3 — 13 N fol. 188r εἰδότες οὖν—οἰνοῦσθαι 9. 10 R fol. 91r τοῦ αὐτοῦ: μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι, ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διαπατοῦντες: ἀντὶ τοῦ εὐωχούμενοι: ἔοικεν οὑν ἐκ τούτου ἀναλόγως παρειλῆφθαι καὶ τὸ ἀποπατοῦντες ἀντὶ τοῦ χέζοντες.)
μεθίεται δὲ ὁ μὲν τῶν ἀφρόνων λογισμὸς εἰς πλειόνων χύσιν ἁμαρτημάτων, ὁ δὲ τῶν ἐμφρόνων εἰς ἀνέσεως καὶ εὐθυμίας καὶ ἱλαρότητος ἀπόλαυσιν· ἡδίων γὰρ αὐτὸς ἑαυτοῦ νήφοντος οἰνωθεὶς ὁ σοφὸς γίγνεται, ὥστε οὐδ’ ἂν ταύτῃ διαμαρτάνοιμεν φάσκοντες ὅτι μεθυσθήσεται. πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον,
ὅτι οὐ σκυθρωπὸν καὶ αὐστηρὸν τὸ τῆς σοφίας εἶδος, ὑπὸ συννοίας καὶ κατηφείας ἐσταλμένον, ἀλλ’ ἔμπαλιν ἱλαρὸν καὶ γαληνίζον, μεστὸν γηθοσύνης καὶ χαρᾶς· ὑφ’ ὧν πολλάκις προήχθη τις οὐκ ἀμούσως παῖξαί τι καὶ χαριεντίσασθαι, παιδιὰν μέντοι τῇ σεμνότητι καὶ σπουδῇ καθάπερ ἐν ἡρμοσμένῃ λύρᾳ φθόγγοις ἀντιφώνοις εἰς ἑνὸς μέλους κρᾶσιν συνηχοῦσαν.
κατὰ γοῦν τὸν ἱερώτατον Μωυσῆν τέλος ἐστὶ σοφίας παιδιὰ καὶ γέλως, ἀλλ’ οὐχ ἃ τοῖς νηπίοις ἄνευ φρονήσεως πᾶσι μελετᾶται, ἀλλ’ ἃ τοῖς ἤδη πολιοῖς οὐ χρόνῳ μόνον ἀλλὰ καὶ βουλαῖς ἀγαθαῖς γεγονόσιν. οὐχ ὁρᾷς ὅτι τὸν αὐτηκόου καὶ αὐτομαθοῦς καὶ αὐτουργοῦ τῆς ἐπιστήμης ἀρυσάμενον οὐ μετέχοντα γέλωτος, ἀλλ’ αὐτὸν γέλωτα εἶναί φησιν;