De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἔστι δὲ πρῶτος καὶ δυνατώτατος οὗτος· εἰ τῷ μεθύοντι οὐκ ἄν τις εὐλόγως λόγον ἀπόρρητον παρακατάθοιτο, τῷ δὲ ἀστείῳ παρακατατίθεται, οὐκ ἄρα μεθύει ὁ ἀστεῖος. ἀλλ’ οὖν πρὶν ἢ τοὺς ἄλλους ἑξῆς συνείρειν, ἄμεινον καθ’ ἕκαστον τῶν προτεινομένων ἀντιλέγειν, ἵνα μὴ μακρηγοροῦντες ἐπὶ πλέον διοχλεῖν δοκῶμεν.
φήσει δή τις ἐναντιούμενος, ὅτι κατὰ τὸν λεχθέντα λόγον ὁ σοφὸς οὔτε μελαγχολήσει ποτὲ οὔτε κοιμηθήσεται οὔτε συνόλως ἀποθανεῖται· ᾧ δὲ μὴ συμβαίνει τι τοιοῦτον, ἄψυχόν ἐστιν ἢ θεῖον, ἄνθρωπος δὲ οὐκ ἂν εἴη τὸ παράπαν. τὴν γὰρ ἀγωγὴν τοῦ λόγου μιμησάμενος ἐφαρμόσει τὸν τρόπον τοῦτον τῷ μελαγχολῶντι ἢ κοιμωμένῳ ἢ ἀποθνῄσκοντι· οὐκ ἄν τις εὐλόγως λόγον ἀπόρρητον τῷ τοιούτῳ παρακατάθοιτο, τῷ δὲ σοφῷ εὐλόγως· οὔτ’ ἄρα μελαγχολᾷ οὔτε κοιμᾶται οὔτε ἀποθνῄσκει ὁ σοφός.
[*](1 οὑδὲ H2 παρατρέψαντες M παρὰ om. G 3 ἀνωμολογεῖσθαι MG σπάσαι MFL2: πᾶσαι U, σπεῦσαι HL1, σπᾶσθαι G (sed σπᾶ in ras.) 4 σοφόν FH: σοφῶν MGU οὐ] οἱ G1 5 αὑτὸ G1, αὐτὸ M 6 νικῶν, οὐδέ ἀγωνίζεται τὸ παράπαν,, σκιομαχεῖν δὲ μᾶλλον Arnim; sed ad εἰ δὲ ἀγωνίζοιτο ἀγωνίζοιτο conicio) subaudi καθ’ αὑτόν σκιαμαχεῖν scripsi: σκιομαχεῖν codd. 7 τοὺς τὸ MG1FH: τούς τὸν G2, τοῦτο U λόγον G 8 γεννηθῇ F μηδετέρου U: μηδ’ ἑτέρου F, μηδὲ ἑτέρου MGH 9 ἀδυνατώτατος Η εἰ] ἐν M1, ut Vid. 10. 11 τῷ—παρακατατίθεται addidi (cf. Arnim p. 136) 11 ἀλλ’ οὖν scripsi: ἀρ’ οὖν codd., ἀρ’ #x003E; οὑν coni. Cohn 13 πλέον Cohn: πλεῖον codd. δὴ] δέ M 15 συμβαίνῃ G 16 ἀνθρώπου L 17 γὰρ ἀγωγὴν Arnim: παραγωγὴν codd. 18 post τις add. γάρ GUFH 20 οὔτ’ ἄρα scripsi: οὐ γὰρ codd., οὐκ ἄρα Mang. subscriptio GU: φίλωνος περὶ φυτουργίας Νῶε)