De Plantatione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἑκάτερον δὲ πλείονος οἴνου χρῆσιν ἐμφαίνει, ἣν πολλῶν ἕνεκα αἰτιῶν οὐκ ἂν ἀποστρέφοιτο ὁ σπουδαῖος. εἰ δὲ οἰνωθήσεται, καὶ μεθυσθήσεται, χεῖρον οὐδὲν ἐκ τῆς μέθης διατεθείς, ἀλλὰ ταὐτὸν ὅπερ καὶ [ὁ] ἐκ ψιλῆς τῆς οἰνώσεως παθών.
Μία μὲν ἀπόδειξις περὶ τοῦ τὸν σοφὸν μεθυσθῆναι λέλεκται, δευτέρα δ’ ἐστὶ τοιαύτη· σχεδὸν οἱ νῦν ἄνθρωποι τοῖς προτέροις ἔξω μέρους βραχέος οὐδὲν ὁμοιότροπον ζηλοῦν ἀξιοῦσιν, ἀλλὰ καὶ ἐν λόγοις καὶ ἐν ἔργοις τὸ μὴ συνῳδὸν καὶ διαφωνοῦν ἐπιδείκνυνται·
τοὺς μὲν γὰρ λόγους ὑγιαίνοντας καὶ ἐρρωμένους εἰς πάθος ἀνήκεστον καὶ φθορὰν περιήγαγον ἀντὶ σφριγώσης καὶ ἀθλητικῆς ὄντως εὐεξίας οὐδὲν ὅτι μὴ νοσοῦν κατασκευάσαντες καὶ τὸν πλήρη καὶ ναστόν, ὡς ἔφη τις, ὑπ’ [*](1 εἰρεσία GH2: ἐρεσία GH2: πρὸς] spatium M ἱστίοις (sic) H: ἐν ἱστίοις MGUF 2 ἱστίοις Η: ἱστοῖς MGU, ἱστοῖς F πρὸς κώπη G: spat. 3 litt., tum κώπη M 3 ἑτέρωθεν L ἀποτείνοντες MG 4 πρὸς] spatium in M 5 ἐντεμοῦσα GUF αὐτὰ conicio 6 ναυλοχωτάτοις F: ναυλοχῶ τοῖς M, ναυλοχότως G1, ναυλοχοτάτοις G2, ναυλόχωτος U, ναυλοχώτοις H ὑποδρόμοις G2UF: ὑποδρομίοις MG1H ἐνορμίζεται H : ἐναρμόζεται MGUF σκήπων F 7 ἑνὸς] ἐν οἶς Η 9 δ’ om. M 11 οὕτω Η μέθην L 12 ἐμφόμενον (sic) M ὥστε M 13. 14 καὶ τὰ—μόνον om. Η, add. mg. L 14 μόνα M ἓν GH (seclusi): ἐὰν M, ἐν UF δὲ Η: om. MGUF 15 ἐμφαίνῃ M αἰτιῶν MF: αἰτίω GUH 15. 16 ἀποστραφοῖτο GUF 17 οὐδὲ U ὧπερ F ὁ seclusi 18 οἰνώσεως Mang.: γνώσεως codd. 19 μίαν M λέγεται M 20 δέ ἐστι GFH σχεδὸν οἱ bis scr, M τῆς πρότερον F 21 οὐδὲ H 24 ἀθλητικῆς] ἀθλητι, tum spat. M ὄντας M οὐδέν ὅτι μὴ Η: οὐδὲ εἴ τι MGU, οὐδὲ ὅτι FL 24. 25 οὐδὲ οὑτινοσοῦν Turn.)
τὰς δὲ πράξεις ἐπαινέσεως καὶ σπουδῆς ἀξίας καὶ αὐτάς, ὡς ἔπος εἰπεῖν, ἄρρενας ἐξεθήλυναν αἰσχρὰς ἀντὶ καλῶν ἐργαζόμενοι, ὡς ὀλίγους εἶναι παντάπασιν ἑκατέροις, ἔργοις τε καὶ λόγοις, ἀρχαιοτρόπου ζηλώσεως ἐρῶντας.
τοιγαροῦν ἐπ’ ἐκείνων ποιηταὶ καὶ λογογράφοι καὶ ὅσοι περὶ τὰ ἄλλα μουσικῆς ἐσπούδαζον ἤνθουν, οὐ τὰς ἀκοὰς διὰ τῆς ἐν ῥυθμοῖς φωνῆς ἀφηδύνοντές τε καὶ θρύπτοντες, ἀλλὰ εἴ τι τῆς διανοίας κατεαγὸς καὶ κεκλασμένον ἐγείροντες καὶ ὅσον ἐμμελὲς αὐτῆς ἁρμοζόμενοι φύσεως καὶ ἀρετῆς ὀργάνοις· ἐφ’ ἡμῶν δὲ ὀψαρτυταὶ καὶ σιτοπόνοι καὶ ὅσοι τῆς ἐν βαφικῇ καὶ μυρεψικῇ τεχνῖται περιεργίας, ἀεί τι καινὸν χρῶμα ἢ σχῆμα ἢ ἀτμὸν ἢ χυλὸν ἐπιτειχίζοντες ταῖς αἰσθήσεσιν, ὅπως τὸν ἡγεμόνα πορθήσωσι νοῦν.
τίνος δὴ χάριν τούτων ἐμνήσθην; ἵν’ ἐπιδείξω, ὅτι καὶ τὸν ἄκρατον οὐχ ὁμοίως οἱ νῦν τοῖς πάλαι προσφέρονται. νῦν μὲν γὰρ ἄχρι τοῦ σῶμα καὶ ψυχὴν παρεθῆναι πίνουσιν ἀθρόως καὶ ἀπνευστί, χαίνοντες ἔτι καὶ προσεπιφέρειν τοῖς οἰνοχοουμένοις κελεύοντες, κἂν διαμέλλωσιν ἀγανακτοῦντες, ὅτι τὸν θερμὸν λεγόμενον παρ’ αὐτοῖς πότον παραψύχουσι, καὶ τὸ παράκομμα τῶν γυμνικῶν, τὸν παροίνιον ἀγῶνα, πρὸς τοὺς συνόντας ἐπιδείκνυνται, ἐν ᾧ μεγάλα καὶ καλὰ ἀλλήλους ἀντιδρῶσιν, ὦτα καὶ ῥῖνας καὶ χειρῶν ἄκρους δακτύλους καὶ ὁποῖα δ’ ἂν τύχῃ μέρη τοῦ σώματος ἀπεσθίοντες.
ταῦτ’ ἐστὶ τῆς ἡβώσης καὶ νεωτέρας καὶ ἄρτι ἀκμαζούσης ἆθλα, ὡς ἔοικεν, εὐφροσύνης, τῆς δὲ ἀρχαίας καὶ πρεσβυτέρας τἀναντία· πάσης γὰρ καλῆς πράξεως ἀφ’ ἱερῶν τελείων οἱ πρότεροι κατήρχοντο, νομίζοντες μάλιστα οὕτως αἴσιον ἀποβήσεσθαι τὸ τέλος αὐτοῖς, καὶ πρὶν εὔξασθαί τε καὶ θῦσαι, [*](1 ὄγκον H: οἶκον MGU, οἶον FL παράφυσιν coni. Cohn coni. Cohn ἰδούσης καχεξίας codd.: οἰδοῦσαν καχεξίαν Mang. 2 παράφυσιν 3 περιταθῆ FH: περὶ πάθη MGU ἐπαινέσεως Cohn: γενέσεως codd., γνησίας Mang. 6 ἐρῶντας Turn.: ἐρῶντες codd. 7 τἄλλα M ἄλλα #x003E; conicio 9 ἀλλ’ FH κατατὸς H κεκλασμένον Mang.: καχαλασμένον codd. 10 ἐκμελὲς conicio ὀργάνοις scripsi: ὀργίοις codd. 11 ὑμῶν U 12 καὶ post τεχνῖται add. M περιεργείας Η 13 ἐπιτυχίζοντες M, ἐπιτειχίζονται G πορθήσωμεν H 14 δὴ] δὲ H τὸν scripsi: τὸ codd. 15 προσφέρονται H: προφέρονται MGUFL 16 τοῦ] τὸ Y 16. 17 χαίνοντες MGF: χαίροντες· UH 17 προσφέρειν H 18 διαμελῶσιν G τὸν] τὸ H 19 πότον scripsi: ποτὸν codd. περιψύχουσι H γυμνι, tum spat. M, μυρικῶν H 21 ὦτα, ῥῖνας H ἄκρες F τύχη H: τύχοι MGUF 24 καὶ τῆς add. U 25 πρῶτοι U)