De Agricultura
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ταῦτα τὰ ἐπιτηδεύματα ποιμένων ἐστίν, οἳ τῶν σὺν ἡδονῇ βλαβερῶν τὰ μετὰ ἀηδίας προτιμῶσιν ὠφέλιμα. οὕτως γοῦν σεμνὸν καὶ λυσιτελὲς νενόμισται τὸ ποιμαίνειν, ὥστε τὸ μὲν ποιητικὸν γένος τοὺς βασιλέας ποιμένας λαῶν εἴωθε καλεῖν, ὁ δὲ νομοθέτης τοὺς σοφούς, οἳ μόνοι πρὸς ἀλήθειαν βασιλεῖς εἰσιν· ἄρχοντας γὰρ αὐτοὺς ὡς ἂν ποίμνης εἰσάγει τῆς ἀνθρώπων ἁπάντων ἀλόγου φορᾶς.
διὰ τοῦτο καὶ τῷ τελειωθέντι ἐξ ἀσκήσεως Ἰακὼβ τὴν ποιμενικὴν ἐπιστήμην περιῆψε· ποιμαίνει γὰρ οὗτος τὰ πρόβατα Λάβαν (Gen. 30,36), τῆς τοῦ ἄφρονος ψυχῆς τὰ αἰσθητὰ μόνα καὶ φαινόμενα νομιζούσης ἀγαθά, χρώμασι καὶ σκιαῖς ἠπατημένης καὶ δεδουλωμένης· λευκασμὸς γὰρ ἑρμηνεύεται Λάβαν.
καὶ Μωυσεῖ τῷ πανσόφῳ τὴν αὐτὴν τέχνην ἀνατίθησι· καὶ γὰρ οὗτος ποιμὴν ἀποδείκνυται διανοίας τῦφον πρὸ ἀληθείας ἀσπαζομένης καὶ πρὸ τοῦ εἶναι τὸ δοκεῖν ἀποδεχομένης· περισσὸς γὰρ Ἰοθὸρ ἑρμηνεύεται, περιττὸν δὲ καὶ ἐπεισηγμένον ἀπλανεῖ βίῳ πρὸς ἀπάτην τῦφος, ᾧ καὶ τὰ κατὰ πόλεις ἕτερα [*](1 ἀθρόων U: ἀθρόον ceteri 2 δὲ M τε om. UF 3 μόνα om. Η, μόνα τὰ om. L1 τἀπιτήδεια F 4 ἀγησιτελῆ U ἥτις MGUF: ἥ τῆς Α, ἥπερ Η 5 ἧττον coni. Mang. ἔχουσιν ὑπὲρ τοῦ UF 8 σκεδασθῆναι UF 9 τὸν] τοῦ U λόγων UFH1 χρώμενοι GH2L1: χρωμένων ceteii 10 μέτρια MAUF ἀφόρητα AUF 10. 11 δέ κακὰ κατ᾿ αὐτῶν ἀνίατα Α 11. 12 ἡ κόλασις ἀφραίνουσιν Α 12 αἱ κολάσεις UFL2 14 μετὰ ἀηδίας UFL2: μεγάλα ἐία MAHL1, μὴ μεγάλα ἥδια G προτιμῶσιν Mang.: περιποιοῦσιν UFL2, περιποιήσειεν MGH1, περιποιήσειν, περιποιήσειαν H2L1 οὕτως οὑν UF 15 τοὺς om. UF 20 τῆς post ψυχῆς add. mg. 21 μόνον UF χρήμασι UF σκιᾶς U, σχήμασι coni. Mang. 22 λαβὰν. Μωσεῖ γὰρ L Μωυσεῖ U: Μωυσῆ F, Μωσεῖ MGH, Μωσῇ Α 23 ἀνατίθησι UF: ἀναδίδωσι MAΗ1, μεταδίδωσι GH2 24 πρὸ ἀληθείας GH2: πρὸς ἀλήθειαν MAUFH1 δοκεῖν] ἀδικεῖν U 25 Ἰοθὼρ U, ὁ Ἰοθὸρ GΗ δὲ] γὰρ UF 26 ἀπλανῆ βίον Α)
ὁ δ’ αὐτὸς οὗτος εὔχεται, μὴ ὡς ἀνεπιτρόπευτον ποίμνην τὸν ὄχλον καὶ λεὼν ἅπαντα τῆς ψυχῆς ἀφεθῆναι, τυχεῖν δὲ ἀγαθοῦ ποιμένος ἐξάγοντος μὲν ἀπὸ τῶν ἀφροσύνης καὶ ἀδικίας καὶ πάσης κακίας δικτύων, εἰσάγοντος δὲ εἰς τὰ παιδείας καὶ τῆς ἄλλης ἀρετῆς δόγματα· „ἐπισκεψάσθω“ γάρ φησι „κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης“· εἶτα ὀλίγα προσειπὼν ἐπιφέρει· „καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν“ (Num. 27,16.17).
ἀλλ’ οὐκ ἄξιον εὔχεσθαι μὴ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἐαθῆναι τὸ συγγενὲς καὶ συμφυὲς ἡμῶν ἑκάστῳ ποίμνιον, ὡς μὴ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν ὀχλοκρατίας, ἣ παράκομμα τῆς ἀρίστης δημοκρατίας ἐστίν, ἀναπλησθέντες θορύβοις καὶ ταραχαῖς καὶ ἐμφυλίοις στάσεσιν ἀεὶ χρώμενοι διατελῶμεν;
οὐ μὴν ἀναρχία μόνον ὀχλοκρατίαν τίκτουσα δεινόν, ἀλλ’ ἡ καὶ παρανόμου καὶ βιαίου τινὸς ἐφ’ ἡγεμονίαν ἐπανάστασις· τύραννος γὰρ ἐκ φύσεως ἐχθρός, πόλεων μὲν ἄνθρωπος, σώματος δὲ καὶ ψυχῆς καὶ τῶν καθ’ ἑκάτερον πραγμάτων ὁ τὴν ἀκρόπολιν ἐπιτετειχικὼς ἑκάστῳ θηριωδέστατος νοῦς.
ἀλυσιτελεῖς δὲ οὐχ αὗται μόνον αἱ δεσποτεῖαι, ἀλλὰ καὶ τῶν λίαν ἐπιεικῶν ἀρχαί τε καὶ προστασίαι· χρηστότης γὰρ πρᾶγμα εὐκαταφρόνητον καὶ ἑκατέροις, ἄρχουσί τε καὶ ὑπηκόοις, βλαβερόν, τοῖς μὲν ἐκ τῆς τῶν ὑποτεταγμένων [*](1 παρ’ om. UF οὐ UF: οὗ ceteri αὐτὰ Mang.: δυνατὰ codd. δίκαιος U 2 καὶ om. UF ὅτι] ὅτι καὶ A 3 Μωυσῆς UF: Μώσης ceteri Ἰοθὼρ U — 7 μὴ — δόγματα mg. H 4 ἀνεπιτρόπευτον UF: ἂν ἐπιπρέπῃ τὴν M, ἂν ἐπιπρέπει τὴν G, ὅν ἐπιτρέποι τὴν Α, ἄν ἐπιτρέπει τὴν Η, ἄν ἐπιτρέπειν τὴν L 4. 5 τὸν ὄχλον om. Α 5 καὶ λεὼν scripsi καὶ λαὸν Mang.): κλαίων M, κλ ων (sic) G, κλοιὸν Α, κελεύων UF, καλῶν H δὲ] δὲ τοῦ F 6 ἐξαγαγόντος F καὶ πάσης] δικτύῳ G 7 εἰσαγαγόντος UF δὲ εἰς τἀς M, δ’ εἰς τὰς F, δεῖ τὰς U 8 γάρ φησι] λέγων Η τῶν πατέρων τῆς πάσης F 9 ἄνθρωπον UFH: ἀνθρώπων MAG 10 ἔσται] ἄρα F ὡσεὶ πρόβατα] εἰς ποίμνιον U, ὡς ποίμνιον F ἔστιν αὐτοῖς ποιμήν UF 11 ἀλλ’] ἀρ’ conicio οὐκ UFHL2: οὖν MAGL1 ἄξιος U 12 συμφυὲς UF: εὐφυὲς ceteri 13 φαυλότητος τῆς τῶν F κακοπολιτῶν UFH ὀχλοκρατίας FL2: ὀχλοκρασίας ceteri 14 δημοκρασίας A 16 ὀχλοκρατίαν FH: ὀχλοκρασίαν ceteri (etiam L) δεινὸν τίκτουσα U ἀλλὰ καὶ ἡ Α παρανόμου τινὸς καὶ βιαίου Α 17 τύραννος — ἐχθρός om. UF post πόλεων add. ἧ M, εἰ A 18 ἕτερον MA ὁ UF: ante θηριωδέστατος pos. ceteri 19 ἀκρόπολον] ἑλέπολιν coni. Mang. δ’ UF 20 ἑαυταὶ U, αἱ αὐταὶ F αἱ UF: om. ceteri καὶ corr. in καὶ αἰ Η, post καὶ add. ἑτέρων αἱ F 20. 21 τε καὶ] τε U 21 χρηστότητος F)
τούτους μὲν οὖν θρεμμάτων, ἐκείνους δὲ κτηνοτρόφων οὐδὲν νομιστέον διαφέρειν· οἱ μὲν γὰρ τρυφᾶν ἐν ἀφθόνοις ὕλαις ἀναπείθουσιν, οἱ δὲ τὸν κόρον ἀδυνατοῦντες φέρειν ἐξυβρίζουσι. χρὴ δὲ ὥσπερ αἰπόλον ἢ βουκόλον ἢ ποιμένα ἢ κοινῶς νομέα τὸν ἡμέτερον ἄρχειν νοῦν τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἑαυτῷ τε καὶ τοῖς θρέμμασιν αἱρούμενον.
ἡ δὲ τοῦ θεοῦ ἐπίσκεψις πρῶτον σχεδὸν καὶ μόνον αἴτιον τοῦ τὰ μέρη τῆς ψυχῆς μὴ ἀνεπιτρόπευτα ἀφεθῆναι, τυχεῖν δὲ ἀνυπαιτίου καὶ πάντα ἀγαθοῦ ποιμένος· οὗ κατασταθέντος ἀμήχανον τὴν σύνοδον τῆς διανοίας γενέσθαι σποράδα. ὑπὸ γὰρ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἐξ ἀνάγκης φανεῖται πρὸς τὴν ἑνὸς ἐπιστασίαν ἀφορῶσα, ἐπεὶ τό γε πολλαῖς ὑπακούειν ἀρχαῖς ἀναγκάζεσθαι βαρύτατον ἄχθος.
οὕτως μέντοι τὸ ποιμαίνειν ἐστὶν ἀγαθόν, ὥστε οὐ βασιλεῦσι μόνον καὶ σοφοῖς ἀνδράσι καὶ ψυχαῖς τέλεια κεκαθαρμέναις ἀλλὰ καὶ θεῷ τῷ πανηγεμόνι δικαίως ἀνατίθεται. τούτου δὲ ἐγγυητὴς οὐχ ὁ τυχὼν ἀλλὰ προφήτης ἐστίν, ᾧ καλὸν πιστεύειν, ὁ τὰς ὑμνῳδίας ἀναγράψας· λέγει γὰρ ὧδε· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“ (Psalm. 22,1).
τοῦτο μέντοι τὸ ᾆσμα παντὶ φιλοθέῳ μελετᾶν ἐμπρεπές, τῷ δὲ δὴ κόσμῳ καὶ διαφερόντως· καθάπερ γάρ τινα ποίμνην γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ ὅσα ἐν τούτοις φυτά τε αὖ καὶ ζῷα, τὰ μὲν θνητὰ τὰ δὲ θεῖα, ἔτι δὲ οὐρανοῦ φύσιν καὶ ἡλίου καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τροπάς τε αὖ καὶ χορείας ἐναρμονίους ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ [*](1 μήτ’ Α 2 δέ MGH ἀναγκαζόμενος M 3 τοῖς δὲ ἐκ AGH: τοῖς ἐκ M, τῆς δὲ UF ἠμεληκότι U 4 καὶ ἀδεῶς Cohn: κατὰ δέος U, καταδεὲς ceteri, μετ’ ἀδείας olim coniciebam περιποιησαμένης Α αὐθάδειαν FH2: αὐθαδείᾳ ceteri 5 οὑν addidi 9 αὐτῶ UF 10 σχεδὸν καὶ μόνον UF: σχεδὸν μόνον MAG, μόνον σχεδὸν 11 12 οὖ] οὐ U 14 ἐπίστασιν UF ἀφορῶσα Γ’·. ἀφορῶσαν ceteri ἐπὶ Α 16 ὥστ’ UF 17 τέλεια MAGH: om. UF, τελείως couicio παντὸς ἡγεμόνι Α 18 ἀλλὰ καὶ GH 19 ὁ τὰς om. F 20 λεγέτω καὶ ἕκαστος ἐν μέρει τὸ αὑτὸ τοῦτο. τὸ γὰρ ante τοῦτο add. H ex p. τοῦτο μέντοι τὸ] τοιοῦτον H 21 εὐπρεπές GH καὶ UF : om ceteri 22 γάρ om. MAH1 22 ποικρὴν U, ποιηρὰν F 23 ζώων M τε αὖ Η: om. ceterr 25 ταῦτα δὴ πάντα ante ὁ ex Eus. recipi vult Cohn ὁ UF Eus: ὡς GH, om. MA καὶ om. U ὁ θεὸς GH2) [*](25—106,3 Euseb. Pr. Ev. VII 13 ... ὁ δ’ αὐτὸς ἐν τῷ περὶ γεωργίας προτέρῳ καὶ υἱὸν)
λεγέτω τοίνυν καὶ ὁ κόσμος ἅπας, ἡ μεγίστη καὶ τελεωτάτη τοῦ ὄντος θεοῦ ποίμνη· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“.
λεγέτω καὶ ἕκαστος τῶν ἐν μέρει τὸ αὐτὸ τοῦτο μὴ τῇ διὰ γλώττης καὶ στόματος ῥεούσῃ φωνῇ πρὸς βραχεῖαν ἀέρος ἐξικνουμένῃ μοῖραν, ἀλλὰ τῇ τῆς διανοίας εὐρυνομένῃ καὶ τῶν τοῦ παντὸς ἁπτομένῃ περάτων· ἀμήχανον γὰρ τῶν ἐπιβαλλόντων ἔνδειαν εἶναί τινος ἐπιστατοῦντος θεοῦ πλήρη καὶ τέλεια τἀγαθὰ τοῖς οὖσιν ἅπασιν εἰωθότος
χαρίζεσθαι. παγκάλη δὲ εἰς ὁσιότητα παραίνεσις ἡ διὰ τοῦ λεχθέντος ᾄσματος· τῷ γὰρ ὄντι ὁ μὲν πάντα τὰ ἄλλα δοκῶν ἔχειν, τῇ δὲ ἑνὸς προστασίᾳ δυσχεραίνων, ἀτελὴς καὶ πένης· ἥτις δὲ ὑπὸ θεοῦ ποιμαίνεται ψυχὴ τὸ ἓν καὶ μόνον ἔχουσα, οὗ τὰ πάντα ἐκκρέμαται, ἀπροσδεὴς εἰκότως ἐστὶν ἄλλων, οὐ τυφλὸν πλοῦτον, βλέποντα δὲ καὶ σφόδρα ὀξυδορκοῦντα θαυμάζουσα.
τούτου πάντες οἱ μαθηταὶ εἰς σύντονον καὶ δυσαπάλλακτον ἔρωτα ἦλθον, διὸ κτηνοτροφίαν γελάσαντες ἐξεπόνησαν ποιμενικὴν ἐπιστήμην.
τεκμήριον δέ· ὁ τὴν περὶ σῶμα καὶ τὰς κενὰς δόξας ὑπόθεσιν ἀεὶ μελετῶν Ἰωσήφ, ἄρχειν μὲν καὶ ἐπιστατεῖν [*](1 prius καὶ om. Eus αὐτοῦ codd. alterum καὶ Eus: om. codd. 1. 2 πρωτόγονον υἱὸν om. U 2 ante ὃς add. προστησάμενος αὐτοῦ τὸν ἀρχάγγελον οὗ τήν προσωνυμίαν λέγειν οὐκ ἀναγκαῖον UF, προστησάμενος αὐτοῦ circunipuuxit F ὃς] ὡς Α 3 διατάξεται FL2 3. 4 καὶ γὰρ—ὁδῶ UF, mg. L: om. ceteri, fort. recte 3 που om. U 5 λέγω Α ἅπας ἡ] ἁπάσῃ UF ἡ om. MAH1 τελειοτάτη GUF 6 τοῦ ὄντος AGUFH1: τοῦ ὄντως MH1, τῷ ὄντι conicio θεοῦ om. UF με om. U 7 λεγέτω — τοῦτο om. H1, add. m. rec, cf. supra ad p. 105,20 8 ἐξικνουμένην F μοῖρα MA 10 ἐπιβαλόντων U ἐνδιαμεῖναι UF 11 ἀγαθὰ UF 12 δὲ καὶ εἰς Η ὁσιότητα UF: ἰσότητα ceteri 13 τῶ μὲν γὰρ F τὰ ἄλλα πάντα UF ἔχειν add. 14 δ’ Α ἐπιστασία UF ἥτις GUF: τίς MA, εἴ τις Η ὑπὸ] ἀπὸ UF 15 ἐκκρέμανται MA 16 ἐστὶν εἰκότως Η, sed εἰκότως ἄλλων add. m. rec. 16. 17 πλοῦτον, βλέποντα δὲ καὶ σφόδρα ὀξυδορκοῦντα Mang.: πλοῦτον βλέπουσα βλέπουσα πλοῦτον U) σφόδρα δὲ ὀξυδερκοῦσα καὶ UF, πλοῦτον βλέπουσα τὰ δὲ καὶ σφόδρα ὀξυδορκοῦσα ὀξυδερκοῦσα H) ceteri 17. 18 σύντομον L2 18 πελάσαντες UF, ἀπελάσαντες F2, ἐλάσαντες L2 19 ὁ τὴν] ὅταν MA) [*](θεοῦ τὸν πρωτόγονον αὐτοῦ λόγον τοῦτον ὀνομάζει τὸν τρόπον: Ταῦτα δὴ πάντα ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς — διαδέξεται.)
ἂν ὁ βασιλεὺς νοῦς τῆς σωματικῆς χώρας πυνθάνηται, τί τὸ ἔργον ὑμῶν, ἀποκρίνεσθε· ἄνδρες κτηνοτρόφοι ἐσμέν (Gen. 46, 33. 34). τοῦτο ἀκούσαντες κατὰ τὸ εἰκὸς δυσχεραίνουσιν, εἰ ἡγεμόνες ὄντες ὑπηκόων τάξιν ἔχειν ὁμολογήσουσιν·
οἱ μὲν γὰρ τροφὰς ταῖς αἰσθήσεσι διὰ τῆς τῶν αἰσθητῶν ἀφθονίας εὐτρεπιζόμενοι δοῦλοι γίνονται τῶν τρεφομένων καθάπερ δεσποίναις οἰκέται φόρον τελοῦντες καθ’ ἑκάστην ἡμέραν ἀναγκαῖον, ἄρχοντες δὲ οἱ τούτων ἐπιστατοῦντες καὶ τὰ περιττὰ τῆς εἰς ἀπληστίαν ὁρμῆς αὐτῶν ἐπιστομίζοντες.
τὸ μὲν οὖν πρῶτον καίτοι τοῦ λεχθέντος οὐ καθ’ ἡδονὴν ἀκούσαντες ἐχεμυθήσουσι περιττὸν ἡγούμενοι τὸ μὴ μαθησομένοις διαφορὰν κτηνοτροφίας καὶ ποιμενικῆς ὑφηγεῖσθαι, αὖθις δὲ ὅταν ὁ περὶ τούτων ἀγὼν ἐνστῇ, διαγωνιοῦνται πάσῃ δυνάμει καί, πρὶν ἀνὰ κράτος ἑλεῖν, οὐκ ἀνήσουσι τὸ τῆς φύσεως ἐλεύθερόν τε καὶ εὐγενὲς καὶ ἡγεμονικὸν τῷ ὄντι ἐπιδειξάμενοι· πυνθανομένου γοῦν τοῦ βασιλέως „τί τὸ ἔργον ὑμῶν;“ ἀποκρίνονται· „ποιμένες ἐσμέν, καὶ οἱ πατέρες ἡμῶν“ (Gen. 47, 3).
εἶτ’ οὐκ ἂν δόξαιεν ἐπὶ ποιμενικῇ τοσοῦτον αὐχεῖν, ὅσον οὐδὲ ἐπὶ τῷ τοσούτῳ κράτει τῆς ἀρχῆς ὁ προσομιλῶν αὐτοῖς βασιλεύς; οἵ γε οὐχ αὑτοῖς μόνοις τὴν προαίρεσιν τοῦ βίου τούτου μαρτυροῦσιν, ἀλλὰ καὶ τοῖς πατράσιν αὐτῶν, ὡς [*](1 λογικῆς G 2 ἀνυπευθύνους Mang.: ἀνυπαιτίους codd., ὑπαιτίους Turn. οὗτός ἐστιν ἀεί UF τὸ Η: τῶ UF, τοῦ MAG 3 ἐπιγενόμενον UF 4 ὑπολαμβάνειν U μεταβαλεῖν UF 5 αὑτὸν Cohn μήκει ἐνευκαιρεῖν scripsi: μηκέτ’ εὐκαιρεῖν UF, ἐνευκαιρεῖν μὴ GH, ἐνευκαιρεῖν MA 6 τοῖς λογικῆς ψυχῆς UF: ψυχῆς λογικῆς (om. τοῖς) ceteri 7 νοῦς om. UF 9 ἔχειν τάξιν F 11 ἀφθονίας ἔχειν εὐτρεπιζόμενοι L 12 τελοῦντες GH: φέροντες MAUF 14 αὐτοὺς Η 14. 15 τὸ μὲν— ἀκούσαντες om. U 14—17 τὸ μὲν—αὖθις δὲ add. in mg. Η m. rec. 15 ἀκούσοντες MA ἐξεμυθήσουσι M, ἐκμυθήσουσι UF 16 μαθησόμενοι MAUF, καθησομένοις L 17 δ’ Α ἀγὼν add. Η2 19 ἡγεμονικὸν καὶ εὐγενὲς ἐπιδειξάμενοι τῶ ὄντι Η 20 ἀποκρίνονται AUF: ἀποκρινοῦνται MGII 21 ὑμῶν U δόξαι ἐν ποιμενικῆ Α 22 οὐδ’ AUF τῷ om. UH τοσούτῳ] τούτω L 23 οἱ δέ γε UF αὑτοῖς MGH: αὐτοῖς Α, ἑαυτοῖς UF 24 ὡς] ὢ 31, ὧ Α) [*](21 Origenes, Selecta in Genesim p. 50: παρρησιάζονται τὸ ποιμένες εἶναι πρὸς τὸν Φαραώ.)