De Agricultura
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
καίτοι γε, εἰ μὲν ἦν περὶ αἰγῶν ἢ προβάτων ἐπιμελείας ὁ λόγος, κἂν ἴσως ᾐδέσθησαν ὁμολογεῖν ἀτιμίαν φυγόντες· ἄδοξα γὰρ καὶ ταπεινὰ τὰ τοιαῦτα παρὰ τοῖς ὄγκον μὲν εὐτυχίας τὸν ἄνευ φρονήσεως περιβεβλημένοις καὶ μάλιστα βασιλεῦσι νενόμισται·
τὸ δὲ Αἰγυπτιακὸν ἐκ φύσεως καὶ διαφερόντως ἐστὶν ὑπέραυχον, ὁπότε μικρά τις αὐτὸ μόνον αὔρα καταπνεύσειεν εὐπραγίας, ὡς χλεύην καὶ πλατὺν γέλωτα ἡγεῖσθαι τὰς τῶν δημοτικωτέρων ἀνθρώπων περὶ βίον σπουδάς τε καὶ φιλοτιμίας.
ἐπειδὴ δὲ περὶ τῶν ἐν ψυχῇ δυνάμεων λογικῶν τε αὖ καὶ ἀλόγων πρόκειται σκοπεῖν, εἰκότως αὐχήσουσιν οἱ πεπεισμένοι ὅτι δύνανται κρατεῖν τῶν ἀλόγων συμμάχοις χρώμενοι ταῖς λογικαῖς.
ἐὰν μέντοι τις βάσκανος καὶ φιλεγκλήμων αἰτιώμενος φάσκῃ· πῶς οὖν ποιμενικὴν τέχνην διαπονοῦντες καὶ τῆς συμφυοῦς ποίμνης ἐπιμέλειαν ἔχειν καὶ προστασίαν ἐπαγγελλόμενοι προσορμίσασθαι τῇ σώματος καὶ παθῶν χώρᾳ διενοήθητε, Αἰγύπτῳ, ἀλλ’ οὐχ ἑτέρωσε τὸν πλοῦν ἐποιήσασθε; μετὰ παρρησίας αὐτῷ λεκτέον, ὅτι „παροικεῖν, οὐ κατοικεῖν ἤλθομεν“
(Gen. 47, 4)· τῷ γὰρ ὄντι πᾶσα ψυχὴ σοφοῦ πατρίδα μὲν οὐρανόν, ξένην δὲ γῆν ἔλαχε, καὶ νομίζει τὸν μὲν σοφίας οἶκον ἴδιον, τὸν δὲ σώματος ὀθνεῖον, ᾧ καὶ παρεπιδημεῖν οἴεται.
οὐκοῦν ἐπειδὰν ὁ ἀγελάρχης νοῦς παραλαβὼν τὴν ψυχῆς ἀγέλην νόμῳ φύσεως διδασκάλῳ χρώμενος εὐτόνως ἀφηγῆται, δόκιμον αὐτὴν καὶ σφόδρα ἐπαινετὴν ἀπεργάζεται, ὅταν δὲ παρανομίᾳ ῥᾳθύμως καὶ ἀνειμένως προσφερόμενος, ψεκτήν. εἰκότως τοίνυν ὁ μὲν βασιλέως ὄνομα ὑποδύσεται ποιμὴν προσαγορευθείς, ὁ δ’ ὀψαρτυτοῦ τινος ἢ σιτοπόνου κτηνοτρόφος ἐπιφημισθείς, εὐωχίαν καὶ θοίνην ἀδηφαγεῖν θρέμμασιν εἰωθόσιν εὐτρεπιζόμενος.
Ὃν δὴ τρόπον γεωργὸς μὲν ἐργάτου γῆς, ποιμὴν δὲ κτηνοτρόφου διενήνοχεν, οὐκ ἀμελῶς ἐπιδέδειχα. καὶ τρίτον δ’ ἐστὶ συγγένειάν τινα ἔχον πρὸς τὰ λεχθέντα, περὶ οὗ νῦν ἐροῦμεν· ἱππέα τε [*](2 ἴσως UF: om. ceteri ᾐδέσθησαν om. Α 5 καὶ om. UF 5. 6 ὑπέρμαχον G 6 αὔρα καταπνεύσειεν MAGF: καταπνεύσειεν αὔρα Η, καταπνεύσειεν (om. αὔρα) U 7 πλαστὴν U 9 post δυνάμεων add. ὁ λόγος UF 11 ἒν] εἰ Α 12 φάσκει A 13 εὐφυοῦς UF 14 προσορμήσασθαι L 15 πλοῦν] πλοῦτον F ἐκποιήσασθαι UF 17 πᾶσα UF: πᾶσα μὲν ceteri γῆν δέ ξένην L 19 — 21 οὐκοῦν — ἀπεργάζεται om. UF 19 οὐκοῦν] οὐκα Α 20 ἀφηγεῖται AL 21 ἀπεργάσεται conicio 22 τοίνυν G 23 ὑποδύεται Α ὀψαρτύπου Α 23. 24 ἢ σιτοπόνου om. UF 24 θοῖναν UF ἀδηφαγεῖν MUF: ἀδδηφαγεῖν AG, ἀδδηφαγεῖ Η, alterum δ add. Η2 26 ὃν MAUFH1: ὃν οὑν GH2 γῆς om. UF 27 ἐπιδέδεικται UF. hic desinunt UF, περὶ γεωργίας subscripsit U 28 ἱππέα Α: ἶπον ceteri τε om. L)
ὁ μὲν τοίνυν ἄνευ τέχνης ἱππικῆς ἐπιβεβηκὼς λέγεται μὲν εἰκότως ἀναβάτης, ἐκδέδωκε δὲ ἑαυτὸν ἀλόγῳ καὶ σκιρτητικῷ θρέμματι, ὥσθ’ [*](p. 311 Μ.) ὅπῃ ἂν ἐκεῖνο χωρῇ | ’κεῖσε πάντως ἀναγκαῖον φέρεσθαι καὶ μὴ προϊδόμενον χάσμα γῆς ἢ βαθύν τινα βόθρον ὑπὸ τῆς ἐν τῷ δρόμῳ ῥύμης κατακρημνισθῆναι [συνηνέχθη] καὶ συγκαταποθῆναι τὸν φερόμενον.
ὁ δ’ ἱππεὺς πάλιν, ὅταν ἀνέρχεσθαι μέλλῃ, χαλινὸν ἐντίθησι κἄπειτ’ ἐφαλλόμενος τῆς περιαυχενίου χαίτης ἐνείληπται καὶ φέρεσθαι δοκῶν αὐτός, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἄγει τὸ κομίζον τρόπον κυβερνήτου· καὶ γὰρ ἐκεῖνος ἄγεσθαι δοκῶν ὑπὸ νεὼς τῆς κυβερνωμένης ἄγει πρὸς ἀλήθειαν αὐτὴν καὶ ἐφ’ οὓς ἐπείγεται παραπέμπει λιμένας.
ὅταν μὲν οὖν εὐηνίως προέρχηται, καταψήχει ὁ ἱππεὺς ὡς ἂν ἐπαινῶν τὸν ἵππον, ὅταν δὲ σὺν πλείονι ὁρμῇ πέραν ἐκφέρηται τοῦ μετρίου, μετὰ βίας εὐτόνως ἀναχαιτίζει, ὡς ὑπανεῖναι τοῦ τάχους· ἐὰν δὲ ἀπειθῶν ἐπιμένῃ, λαβὼν τοῦ χαλινοῦ ὅλον ἀντέσπασε καὶ ἀντιπεριήγαγεν αὐτοῦ τὸν αὐχένα, ὡς ἐξ ἀνάγκης στῆναι·
καὶ πρὸς σκιρτήσεις μὲν καὶ τοὺς συνεχεῖς ἀφηνιασμούς εἰσι μάστιγες καὶ μύωπες εὐτρεπεῖς καὶ τἄλλ’ ὅσα πωλοδάμναις ἵππων κατεσκεύασται κολαστήρια. καὶ θαυμαστὸν οὐδέν· ἀνιόντος γὰρ τοῦ ἱππέως καὶ ἱππικὴ τέχνη συνανέρχεται, ὥστε δύο ὄντες καὶ ἐποχούμενοι καὶ ἐπιστήμονες εἰκότως ἑνὸς καὶ ὑποβεβλημένου καὶ ἀπαραδέκτου τέχνης ζῴου περιέσονται.
μεταβὰς τοίνυν ἀπὸ τῶν χρεμετιζόντων καὶ τῶν ἐποχουμένων αὐτοῖς τὴν σαυτοῦ ψυχὴν εἰ θέλεις ἐρεύνησον· εὑρήσεις γὰρ ἐν τοῖς μέρεσιν αὐτῆς καὶ ἵππους καὶ ἡνίοχον καὶ ἀναβάτην, ὅσαπερ καὶ ἐν τοῖς ἐκτός.
ἵπποι μὲν οὖν [*](1 μόνον] μὲν coni. Mang. ἄνθρωπον G: ἀνθρώπου ceteri ἐποχούμενον codd.: ἐποχουμένου v ἐποχουμένου scripsi: ἐποχουμένῳ codd., ἐποχούμενον v 4 δ’ M αὑτὸν Α ὅσθ’ M(G1) 5 ὅποι Α κεῖσε scripsi: κεῖσε MAH1, ἐκεῖσε GH2 ἀναγκαῖον vid. del. 5. 6 προιδόμενον scripsi: προειδόμενον codd. 7 συνηνέχθη seclusi συγκαταποθῆναι MG, mg. Η: συγκαταπτωθῆναι Α, καταποντισθῆναι text. H, συγκαταποντισθῆναι Turn. ante τὸν add. δεῖ MGH τὸν τὸ L 9 περιαυχενίας G ἀνείληπται Η 11. 12 πρὸς τὴν ἀλήθειαν Α 13 προέρχηται Η2: προσέρχηται ceteri καταψύχῃ Α, καταψύχει L ὡς H2: ὢ M, ὧ AG(H1?) ἀνεπαίρων Α 14 πέραν Α: πέρα ceteri 15 ἐπιμένῃ H2: ὑπομένη ceteri 16 λαβόμενος conicio 17 μὲν] μέντοι conicio 18 εὐπρεπεῖς Α τἄλλα GH 19 κατεσκευάσθαι G 20 συνανέρχεται Mang.: συνέρχεται codd. 21 καὶ ἐποχούμενος καὶ ἐπιστήμων conicio τέχνης Turn.: τέχνη codd. ζώου H2: ζώων ceteri 23 αὐτῆς Α 24 θέλοις A 25 ἡνίοχον καὶ Mang. : ἡνιόχους καὶ MA, ἡνιοχικὸν GH ὥσπερ coni. Mang.)
ἄφρων μὲν οὖν ὑπὸ ἀμαθίας κρατεῖν ἀδυνατεῖ τῶν ἡνιῶν, αἱ δὲ τῶν χειρῶν ἀπορρυεῖσαι χαμαὶ πίπτουσι, τὰ δὲ ζῷα εὐθὺς ἀφηνιάσαντα πλημμελῆ καὶ ἄτακτον ποιεῖται τὸν δρόμον.
ὁ δ’ ἐπιβεβηκὼς οὐδενὸς ἐνειλημμένος, ὑφ’ οὗ στηριχθήσεται, πίπτει, περιδρυπτόμενος δὲ γόνυ καὶ χεῖρας καὶ πρόσωπα μεγάλα κλαίει τὴν ἰδίαν κακοπραγίαν ὁ δείλαιος, πολλάκις δὲ καὶ τὰς βάσεις πρὸς τὸν δίφρον ἐξημμένος ἀνατραπεὶς ὕπτιος ἐπὶ νῶτα ἀπῃώρηται καὶ ἐν ἁρματροχιαῖς αὐταῖς κεφαλήν τε καὶ αὐχένα καὶ ὤμους ἀμφοτέρους περιθραύεται κατασυρόμενος, εἶθ’ ὧδε κἀκεῖσε φορούμενος καὶ πᾶσι τοῖς ἐν ποσὶ προσαραττόμενος οἰκτρότατον ὑπομένει θάνατον.
τῷ μὲν δὴ τοιοῦτον ἀποβαίνει τὸ τέλος, τὸ δὲ ὄχημα ἀνακουφιζόμενον καὶ ἐξαλλόμενον μετὰ βίας, ὅταν ἐπὶ γῆν παλίσσυτον ἐνεχθῇ, ῥᾷστα κατάγνυται, ὡς μηκέτ’ αὖθις ἁρμοσθῆναι καὶ παγῆναι δύνασθαι· τὰ δὲ ζῷα πάντων τῶν συνεχόντων ἀφειμένα παρακινεῖται καὶ οἰστρᾷ καὶ οὐ παύεται φερόμενα, πρὶν ὑποσκελισθέντα πεσεῖν ἢ κατά τινος ἐνεχθέντα κρημνοῦ βαθέος παραπολέσθαι.
τοῦτον οὖν ἔοικε τὸν τρόπον αὐτοῖς ἐπιβάταις τὸ τῆς ψυχῆς ὄχημα σύμπαν διαφθείρεσθαι πλημμελῆσαν τὴν ἡνιόχησιν. τοὺς δὴ τοιούτους ἵππους καὶ τοὺς ἐποχουμένους ἄνευ τέχνης αὐτοῖς λυσιτελὲς καθαιρεῖσθαι, ἵνα τὰ ἀρετῆς ἐγείρηται· πιπτούσης γὰρ ἀφροσύνης ἀνάγκη φρόνησιν ὑπανίστασθαι.
διὰ τοῦτ’ ἐν προτρεπτικοῖς Μωυσῆς φησιν· „ἐὰν ἐξέλθῃς εἰς πόλεμον ἐπ’ ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονα, οὐ φοβηθήσῃ, ὅτι κύριος ὁ θεὸς μετὰ σοῦ“ (Deut. 20,1)· θυμοῦ γὰρ καὶ ἐπιθυμίας καὶ συνόλως ἁπάντων παθῶν, πασῶν δὲ καὶ [*](1 ἐπιθυμίαι L 6 οὖν καὶ ἀπὸ Α 8 πλημμελῆ GH2: πλημμελεῖ MA(H1) ποιεῖ τὸν Α 11 τοῦ δίφρου coni. Mang. 12 ἀνατραπεὶς add. m. rec. in mg. Η ἀπηώρηται codd.: ἐπῃώρηται Turn. ἐν ἁρματροχιαῖς GH: ἐναρμοιτροΧίαις M, ἐναρμοτροχιαῖς Α 14 φερόμενος Α 17 κατεάγνυται H2 19 παρακινεῖται — φερόμενα add. ra. rec. in Η 21 τῆς om. M 22 ὄχημα om. Α πλημμελῆσαν τὴν ἡνιόχησιν GH2: πλημμελήσοντα ἡνιόχησις MAH1, tum add. ἡ M, εἰ Α, ras. H πλημμεληθέν περὶ τὴν conicio H. 22. 23 τοὺς δὴ om. Α 27 φοβηθῆς Α 28 — 111,4 θυμοῦ — πανταχοῦ add. m. rec. in mg. H 28 πασῶν δὲ om. Turn., ἡ Mang „ex Ms. “ (!))
στρατὸς δὲ θεῖος αἱ ἀρεταὶ φιλοθέων ὑπέρμαχοι ψυχῶν, αἷς, ἐπειδὰν ἴδωσι τὸν ἀντίπαλον ἡττημένον, ἁρμόττει πάγκαλον καὶ πρεπωδέστατον ὕμνον ᾄδειν τῷ νικηφόρῳ καὶ καλλινίκῳ θεῷ. δύο δὲ χοροί, ὁ μὲν τῆς ἀνδρωνίτιδος, ὁ δὲ τῆς γυναικωνίτιδος ἑστίας, στάντες ἄντηχον καὶ ἀντίφωνον ἀναμέλψουσιν ἁρμονίαν.
χρήσεται δ’ ὁ μὲν τῶν ἀνδρῶν χορὸς ἡγεμόνι Μωυσεῖ, νῷ τελείῳ, ὁ δὲ τῶν γυναικῶν Μαριάμ, αἰσθήσει κεκαθαρμένῃ (Exod. 15, 1. 20)· δίκαιον γὰρ καὶ νοητῶς καὶ αἰσθητῶς τοὺς εἰς τὸ θεῖον ὕμνους καὶ εὐδαιμονισμοὺς ἀνυπερθέτως ποιεῖσθαι καὶ τῶν ὀργάνων ἐμμελῶς κρούειν ἑκάτερον, τό τε νοῦ καὶ αἰσθήσεως, ἐπὶ τῇ τοῦ μόνου σωτῆρος εὐχαριστίᾳ καὶ τιμῇ.