De Agricultura

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

γάρ φησιν „ἦν ἐργαζόμενος τὴν γῆν“ (Gen. 4,2), καὶ μικρὸν ὕστερον, ἡνίκα τὸ ἐπὶ τῇ ἀδελφοκτονίᾳ ἄγος ἐργασάμενος καταφωρᾶται, λέγεται· „ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ᾗ ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι“ (Gen. 4,11.12).

πῶς οὖν ἄν τις περιφανέστερον ἐπιδεῖξαι δύναιτο, ὅτι γῆς ἐργάτην ἀλλ’ οὐ γεωργὸν ὁ νομοθέτης νομίζει τὸν φαῦλον, ἢ τὸν τρόπον τοῦτον; οὐ μὴν ὑποληπτέον ἢ περὶ ἀνθρώπου χερσὶ καὶ ποσὶ καὶ τῇ ἄλλῃ δυνάμει τοῦ σώματος ἐνεργεῖν ἱκανοῦ ἢ περὶ γῆς ὀρεινῆς καὶ πεδιάδος εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῶν καθ’ ἕκαστον ἡμῶν δυνάμεων· τὴν γὰρ τοῦ φαύλου ψυχὴν περὶ οὐδὲν ἄλλο πραγματεύεσθαι συμβέβηκεν ἢ τὸ γήινον σῶμα καὶ τὰς τοῦ σώματος ἁπάσας ἡδονάς.

ὁ γοῦν πολὺς ὅμιλος ἀνθρώπων τὰ γῆς ἐπιὼν κλίματα καὶ ἄχρι τῶν περάτων φθάνων αὐτῆς καὶ τὰ πελάγη περαιούμενος καὶ τὰ ἐν μυχοῖς θαλάττης ἀναζητῶν καὶ μηδὲν μέρος ἐῶν τοῦ παντὸς ἀδιερεύνητον ἀεὶ καὶ πανταχοῦ πορίζει ταῦτα, δι’ ὧν ἡδονὴν συναυξήσει·

καθάπερ γὰρ οἱ ἁλιευόμενοι δίκτυα καθιᾶσιν ἔστιν ὅτε μήκιστα πολλὴν ἐν κύκλῳ περιβαλλόμενοι θάλατταν, ἵν’ ὡς πλείστους ἐντὸς ληφθέντας [*](1 εὐανδρουμέναις Α 2 ἀνδρίς AG 2. 3 τὸ σωφροσύνης — ἁπάσης om. G 2 tertium τὸ] καὶ UF 3 τι om. AU 3. 4 τῶν τῆς ἀγρίας λεγομένης UF: τῆς λεγομένης ἀγρίας ceteri ἀγρίας ὕλης Mang, (cf. De opif. § 40): ἀγριαζούσης Α, ἀγρίας μούσης ceteri 4 μὲν μὴ UF: μὲν οὐ GH2, δὴ MA(H1?) φέρει Α δύναται A 5 αὐτὸ coni. Cohn 6 ἀναγκαῖον καὶ χρήσιμον F 7 Μωυσῆς UF: om. ceteri 9 τὴν GH2: om. MAUFH1 φέρουσαν UH: ἐπιφέρουσαν MAGF 10 εἰργασμένος F 12 καταφορᾶται A1U 13 αὑτῆς v 14 ἧ ἐργᾷ MGHL1: ἡ ἐργᾷ Α, εἰργάση U, ἧ ἐργάσῃ FL2 αὑτῆς Turn. 17 μὴν] μὴ L ἀποληπτέον M(H1), ἀπολειπτέον Α 17. 18 χερσὶ καὶ ποσὶ UF: χερσὶν ἡ ποσὶ ceteri 18 τοῦ σώματος ἐνεργεῖν UF: ἐνεργεῖν τοῦ σώματος ceteri γῆς F: τῆς ceteri 20 οὐδενὸς ἄλλου Α 22 ras. 2 litt. ante ἀνθρώπων H τῶν Η1?) 23 μέχρι coni. Jessen 25 ταῦτα om. UF)

v.2.p.100
ἀρκύων οἷα τειχήρεις γεγονότας ἰχθύας συλλάβωσι, τὸν αὐτὸν τρόπον ἡ πλείστη μοῖρα ἀνθρώπων οὐκ ἐπὶ μέρος θαλάττης μόνον, ἀλλ’ ἐφ’ ἅπασαν τὴν ὕδατος καὶ γῆς καὶ ἀέρος φύσιν τὰ πάναγρα, ὡς οἱ ποιηταί πού φασι, λίνα τείνας’ ἅπαντα πανταχόθεν δι’ ἡδονῆς ἀπόλαυσίν τε καὶ χρῆσιν ἀγκιστρεύεται·

καὶ γὰρ γῆν μεταλλεύουσι καὶ τὰ πελάγη διαβαίνουσι καὶ τἄλλα πάντα ὅσα εἰρήνης καὶ πολέμου ἔργα δρῶσιν, ὕλας ἀφθόνους ὡς βασιλίδι ἡδονῇ πορίζοντες, οἱ γεωργίας μὲν ἀμύητοι ψυχικῆς, ἣ σπείρουσα καὶ φυτεύουσα τὰς ἀρετὰς καρπὸν δρέπεται τὸν εὐδαίμονα βίον ἀπ’ αὐτῶν, ἐργασάμενοι δὲ καὶ μεθοδεύοντες τὰ φίλα τῇ σαρκὶ καὶ τὸν σύνθετον χοῦν, τὸν πεπλασμένον ἀνδριάντα, τὸν ψυχῆς ἔγγιστα οἶκον, ὃν ἀπὸ γενέσεως ἄχρι τελευτῆς, ἄχθος τοσοῦτον, οὐκ ἀποτίθεται νεκροφοροῦσα, μετὰ σπουδῆς τῆς πάσης οἰκειούμενοι.

Ὡς μὲν οὖν γεωργίας ἐργασία γῆς καὶ γεωργοῦ γῆς ἐργάτης διαφέρουσιν, εἴρηται. σκεπτέον δέ, μὴ καὶ ἄλλαι τινές εἰσιν ἰδέαι συγγενεῖς τῶν εἰρημένων, διὰ τὴν ἐν τοῖς ὀνόμασι κοινωνίαν ἐπικρύπτουσαι τὰς ἐν τοῖς πράγμασι διαφοράς· εἰσὶ δέ γε ἃς ἀναζητοῦντες εὕρομεν διτταί, περὶ ὧν τὰ προσήκοντα, ἐὰν οἷόν τε ᾖ, λέξομεν.

αὐτίκα τοίνυν ὡς γεωργὸν καὶ γῆς ἐργάτην δόξαντας ἀδιαφορεῖν ἀλλήλων εὕρομεν ἐν τοῖς κατὰ διάνοιαν ἀλληγοροῦντες μακρῷ διεστηκότας, οὕτως ποιμένα καὶ κτηνοτρόφον· μέμνηται γὰρ ποτὲ μὲν κτηνοτροφίας ποτὲ δ’ αὖ ποιμενικῆς ὁ νομοθέτης.

καὶ οἵ γε μὴ λίαν ἠκριβωμένοι τάχα που τῆς αὐτῆς ἐπιτηδεύσεως συνωνυμούσας ὑπολήψονται προσρήσεις εἶναι, εἰσὶ δέ γε πραγμάτων διαφερόντων ἐν ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι·

καὶ γὰρ εἰ τοῖς θρεμμάτων προεστηκόσιν ἀμφότερα ἐπιφημίζειν ἔθος κτηνοτρόφων καὶ ποιμένων ὀνόματα, ἀλλ’ οὔ γε τῷ τὴν ψυχῆς ἀγέλην ἐπιτετραμμένῳ [*](1 γεγονότας GUFH: γεννῶντας MA ἰχθύας UF: ἰχθῦς ceteri λάβωσι UF 2 μέρους UF μόνον UF: om. ceteri 3 καὶ post γῆς om. M 4 φησι G τείνας ἅπαντα MAH2, τείνας ἅπαν U, τείνασα πάντα G, τείνας FH1 5 διαβαίνουσι GUH2: διαβάλλουσι MAFH1 τὰ ἄλλα MUFH 7 ἡδονὴν U 8 φυτεύσασα F 9 ἐργαζόμενοι v 10 ἔχθιστον olim coniciebam 11 ὄγκον Mang. ἀποτιθέναι Α2 12 ἐκροφοροῦσα Α, οῦντες s. s. 12. 13 σπουδῆς — γῆς om. G 12 τῆς om. UF 13 καὶ γεωργούσης ἐργάτης AF 14 ἄλλαις U 16 γε om. Α εὕρομεν GH: εὕρωμεν MA, εὑρήσομεν UF διττὰς U 17 ἐὰν] ὡς ἄν Α λέξωμεν M 18 διφορεῖν A εὕρωμεν AF 18. 19 ἐν τοῖς καθ’ ὑπονοιῶν Mang. (immo καθ’ ὑπόνοιαν) 19 μακρὰν UF οὕτως MAGH: οὕτω ὡς UF 21 οἶ γε] εἴ γε Α, οἱ F ἀπηκριβωμένοι F συνωνύμους UF 24 ἐπιφημίζει A 25 οὔ Η: οὖν ceteri ψυχὴν AH 25. 26 ἀγέλην— φαῦλος om. U 25 ἀγέλην F: ἀτελῆ ML2, ἀτελεῖ AGHL1)

v.2.p.101
λογισμῷ· φαῦλος μὲν γὰρ ὢν ὁ ἀγελάρχης οὗτος καλεῖται κτηνοτρόφος, ἀγαθὸς δὲ καὶ σπουδαῖος ὀνομάζεται ποιμήν. ὃν δὲ τρόπον, ἐπιδείξομεν αὐτίκα·

ἡ φύσις ἡμῶν ἑκάστῳ κτήνη συγγεγέννηκε, τῆς ψυχῆς ὥσπερ ἀπὸ μιᾶς ῥίζης ἔρνη διττὰ ἀναβλαστούσης, ὧν τὸ μὲν ἄτμητον ὅλον δι’ ὅλων ἐαθὲν ἐπεφημίσθη νοῦς, τὸ δ’ ἑξαχῇ σχισθὲν εἰς ἑπτὰ φύσεις πέντε τῶν αἰσθήσεων καὶ δυεῖν ἄλλων ὀργάνων, φωνητηρίου τε καὶ γονίμου.

αὕτη δὲ πᾶσα ἡ πληθὺς ἄλογος οὖσα κτήνεσιν ἀπεικάζεται, πληθύι δὲ νόμῳ φύσεως ἡγεμόνος ἐξ ἀνάγκης δεῖ. ἐπειδὰν μὲν οὖν ἄπειρος ἀρχῆς ἅμα καὶ πλούσιος ἐξαναστὰς ἄρχοντα ἑαυτὸν ἀποφήνῃ, μυρίων αἴτιος κακῶν γίνεται τοῖς θρέμμασιν·

αὐτὸς μὲν γὰρ ἄφθονα παρέχει τὰ ἐπιτήδεια, τὰ δὲ ἀμέτρως ἐμφορούμενα ὑπὸ πλεοναζούσης τροφῆς ἐξυβρίζει—κόρου γὰρ ὕβρις ἔγγονον γνήσιον—, ἐξυβρίζοντα μέντοι σκιρτᾷ καὶ ἀφηνιάζει καὶ κατὰ μέρος σκιδνάμενα διαλύει τὸ τῆς ἀγέλης συντεταγμένον στῖφος.

ὁ δὲ τέως ἡγεμὼν καταλειφθεὶς ὑπὸ τῶν ἀρχομένων ἰδιώτης ἀνεφάνη, καὶ ἐπιτρέχει μὲν σπουδάζων, εἴ τι δύναιτο συλλαβεῖν ἐξ ὑπαρχῆς καὶ ὑπαγαγέσθαι· ὅταν δὲ ἀδυνατῇ, στένει καὶ κλαίει τὴν ἰδίαν κακίζων εὐχέρειαν καὶ ἑαυτὸν τῶν συμβεβηκότων αἰτιώμενος.

τοῦτον δὴ τὸν τρόπον καὶ τὰ τῶν αἰσθήσεων θρέμματα, ἐπειδὰν ὁ νοῦς ὑπτίως καὶ ῥᾳθύμως ἔχῃ, τῆς τῶν αἰσθητῶν ἀπλήστως ἐμφορούμενα ἀφθονίας ἀπαυχενίζει τε καὶ σκιρτᾷ καὶ πλημμελῶς ὅπῃ τύχοι φέρεται, καὶ ὀφθαλμοὶ πρὸς πάντα ἀναπεπταμένοι τὰ ὁρατά, καὶ ἃ μὴ θέμις ὁρᾶν, ἐξώκειλαν, καὶ ἀκοαὶ πάσας φωνὰς παραδεχόμεναι καὶ μηδέποτε πληρούμεναι, διψῶσαι δὲ ἀεὶ περιεργίας καὶ φιλοπραγμοσύνης, ἔστι δὲ ὅπου καὶ ἀνελευθέρου χλεύης ἐκπεφοιτήκασιν.

ἐπεὶ πόθεν ἄλλοθεν τὰ πανταχοῦ τῆς οἰκουμένης [*](1 λογισμός M 2 ἐπιδείξομεν GUFH: ἐπιδείξωμεν MA 2. 3 αὐτίκα ἐπιδείξομεν UF 3 κτήνει UF συγγεγένηται F τῆ ψυχὴ UF 4 ὧν] ὡς UF 5 ἐπευφημίσθη νοῦς Α δ’ ἄλογον conicio ἑξαχῇ Mang.: ἐξ ἀρχῆς codd. εἰς GH2: om. ceteri 6 φύσις GFH post φύσεις add. ἔσχεν U δυοῖν v 7 αὐτὴ AU δὲ] τὲ MAF ἄλογος om. UF κτήνεσιν UF: κτήνει ceteri 8 πληθύι MF: πληθύει Α, πληθὺς U, πλήθουσα GH δεῖ scripsi: αἰεὶ M, ἀεὶ U, δέεται G, ἐπιδέεται Η, om. AF 9 ἐξαναστὰς MAGH: προεξαναστὰς UF 12 ἔκγονον couicio 14 τέως] γε ὡς UF 15 περιτρέχει conicio τι om. UF 16 ἀδυνατῆς U 19 ἔχει Α 20 ἀπαυχενίζεται καὶ AF 20. 21 καὶ πλημμελῶς — ὀφθαλμοὶ UF: om. ceteri 21 τύχοι U: τύχη F 21. 22 ἀναπεπταμένοι GUF: ἀναπεπταμένα MAH 22 ἐξώκειλαν scripsi: ἐξωκείλοντα G, ἐξωκείλουσι MF, ἐξοκείλουσι AUH (supra scr. ut vid. ντα Η) 23. 24 περὶ ἀργίας Α 24 καὶ ἐλευθέρου A)

v.2.p.102
θέατρα νομίζομεν ἀμυθήτων μυριάδων ἀνὰ πᾶσαν ἡμέραν πληροῦσθαι; οἱ γὰρ ἀκουσμάτων καὶ θεαμάτων ἥττους καὶ ὦτα καὶ ὀφθαλμοὺς χωρὶς ἡνιῶν ἐάσαντες φέρεσθαι καὶ κιθαριστὰς καὶ κιθαρῳδοὺς καὶ πᾶσαν τὴν κεκλασμένην καὶ ἄνανδρον μουσικὴν περιέποντες, ἔτι δὲ ὀρχηστὰς καὶ τοὺς ἄλλους μίμους ἀποδεχόμενοι, ὅτι σχέσεις καὶ κινήσεις ἐκτεθηλυμμένας ἴσχονται καὶ κινοῦνται, τὸν ἐπὶ σκηνῆς ἀεὶ πόλεμον συγκροτοῦσι μήτε τῆς τῶν ἰδίων μήτε τῆς τῶν κοινῶν ἐπανορθώσεως πεφροντικότες, ἀλλὰ τὸν ἑαυτῶν οἱ δυστυχεῖς διά τε ὀφθαλμῶν καὶ ὤτων ἀνατρέποντες βίον.

ἄλλοι δέ εἰσιν οἱ τούτων ἀθλιώτεροι καὶ κακοδαιμονέστεροι, οἳ τὴν γεῦσιν ὥσπερ ἐκ δεσμῶν ἔλυσαν· ἡ δὲ πρὸς πᾶσαν σιτίων τε καὶ ποτῶν ἀπόλαυσιν ἄφετος εὐθὺς ὁρμήσασα τά τε ἤδη εὐτρεπισθέντα ἐπιλέγεται καὶ πεῖναν ἄληκτον καὶ ἄπληστον ἴσχει τῶν ἀπόντων, ὡς, κἂν αἱ τῆς γαστρὸς ἀποπληρωθῶσι δεξαμεναί, σπαργῶσαν ἔτι καὶ μαιμῶσαν τὴν ἀεὶ κενὴν ἐπιθυμίαν περιβλέπεσθαι καὶ περιφοιτᾶν, μή τί που παροραθὲν λείψανον ἀφεῖται, ἵνα καὶ τοῦτο παμφάγου πυρὸς δίκην ἐπιλιχμήσηται.

γαστριμαργίᾳ τοίνυν ἡ ὀπαδὸς ἐκ φύσεως ἀκολουθεῖ συνουσίας ἡδονὴ μανίαν ἔκτοπον καὶ οἶστρον ἀνεπίσχετον καὶ λύτταν ἀργαλεωτάτην ἐπιφέρουσα· ὅταν γὰρ ὑπὸ ὀψοφαγίας καὶ ἀκράτου καὶ πολλῆς μέθης ἄνθρωποι πιεσθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δύνανται, πρὸς δὲ τὰς ἐρωτικὰς μίξεις ἐπειγόμενοι κωμάζουσι καὶ θυραυλοῦσι, μέχρις ἂν τὸν πολὺν τοῦ πάθους ἀποχετευσάμενοι βρασμὸν ἠρεμῆσαι δυνηθῶσιν.

οὗ χάριν καὶ ἡ φύσις ὡς ἔοικεν ὑπογάστρια τὰ συνουσίας ὄργανα ἐδημιούργησε, προλαβοῦσα ὅτι λιμῷ μὲν οὐ χαίρει, πλησμονῇ δὲ

ἕπεται καὶ πρὸς τὰς ἰδίας ἐνεργείας ὑπανίσταται. τοὺς οὖν τοῖς [*](1 νομιζόμενα UF 3 φέρεσθαι UF: αἴρεσθαι ceteri 4 δὲ] τὲ UF 5 ἐκτεθηλυμμένας AG : ἐκτεθηλυμένας ceteri 6 κοινοῦνται F πόλεμον ἀεὶ UF συγκροτοῦντες UFL2 7 prius τῆς om. UF 8 ἑαυτὸν Α οἷα δυστυχεῖς UF ἀναστρέφοντες Α 9 δ’ UF εἰσὶ τούτων H2 10 ἡ δὲ GFH2: ἴδη δὲ MAU(H1) πᾶσαν MAUH1: πᾶν GFH2 10. 11 σιτίων et ποτῶν MAUH1: σιτίον et ποτὸν GFH2 11 ἀπόλαυσιν addidi ἀφέτως AU ὁρμήσασαν Α2 τά τε UF: τὰ ceteri 12 ἄληπτον Α 13 αἱ H2: δίχα MAG, αἱ διὰ UFH1 μαργῶσαν L2 14 μαιμῶσαν] μεμηνυῖαν UF καινὴν Α 15 που] τοῦ UF παροραθέντος F ἀφεῖται UF: ἄφετον ceteri ἶνα UF: εἶναι ceteri 16 ἐπιλιχμήσηται scripsi: ἐπιλικμήσηται UFL2, ἐπιλιχνήσηται MAG(H2), ἐπιλιχνεύσηται H2L1 ἡ MA 19 πλησθῶσιν UF 20 ἐπεγειρόμενοι Mang. καὶ om. UF 22 ὡς om. GUFH τὰ] τὰς F 23 δημιουργῆσαι UF προλαβοῦσα AUF: προβαλοῦσα M, προβάλλουσα GH, προσλαβοῦσα L2, προσβάλλουσα L1 λιμῶ μὲν οὐ χαίρει UF: om. ceteri 23. 24 χαίρει, πλησμονῇ δὲ ἔπειτα καὶ coni. Mang. 24 ἕπεται] τέρπεται conicio ἐνεργείας] χρείας UF)

v.2.p.103
θρέμμασι τούτοις ἐπιτρέποντας ἀθρόων ὧν ὀρέγονται πάντων ἐμφορεῖσθαι κτηνοτρόφους λεκτέον, ποιμένας δ’ ἔμπαλιν ὅσοι τά τε ἀναγκαῖα καὶ αὐτὰ μόνα τὰ ἐπιτήδεια παρέχουσι περιτεμνόμενοι καὶ ἀποκόπτοντες τὴν περιττὴν καὶ ἀλυσιτελῆ πᾶσαν ἀφθονίαν, ἥτις ἀπορίας καὶ ἐνδείας οὐχ ἥκιστα βλάπτει, πρόνοιάν τε πολλὴν ἔχουσι τοῦ μὴ ἐξ ἀμελείας καὶ ῥᾳθυμίας νοσῆσαι τὴν ἀγέλην εὐχόμενοι μηδὲ τὰς ἔξωθεν εἰωθυίας κατασκήπτειν νόσους ἐπιγενέσθαι.

στοχάζονται δὲ οὐδὲν ἧττον καὶ τοῦ μὴ διασπασθεῖσαν αὐτὴν σποράδην διασκεδασθῆναι, φόβον ἐπανατεινόμενοι τὸν σωφρονιστὴν τῶν λόγῳ μηδέποτε πειθομένων καὶ κολάσει χρώμενοι συνεχεῖ, μετρίᾳ μὲν κατὰ τῶν ἰάσιμα νεωτεριζόντων, ἀφορήτῳ δὲ κατὰ τῶν ἀνίατα· τὸ γὰρ εἶναι δοκοῦν ἀπευκτὸν μέγιστον ἀγαθὸν ἀφραίνουσιν, ἡ κόλασις, ὥσπερ τοῖς τὰ σώματα κάμνουσιν αἱ ἰατρικαὶ ὗλαι.