De Agricultura
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
„Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς εἶναι, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε τοῦ οἴνου, καὶ ἐμεθύσθη ἐν τῷ οἴκῳ αὐτοῦ“ (Gen. 9,20.21). οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων τὰς φύσεις τῶν πραγμάτων οὐκ εἰδότες καὶ περὶ τὴν τῶν ὀνομάτων θέσιν ἐξ ἀνάγκης ἁμαρτάνουσι· τοῖς μὲν γὰρ ὥσπερ ἐξ ἀνατομῆς περινοηθεῖσι κύριαι προσρήσεις ἕπονται, τοῖς δ’ ὑποσυγκεχυμένοις οὐ σφόδρα ἠκριβωμέναι.
Μωυσῆς δὲ κατὰ πολλὴν περιουσίαν τῆς ἐν τοῖς πράγμασιν ἐπιστήμης ὀνόμασιν εὐθυβολωτάτοις καὶ ἐμφαντικωτάτοις εἴωθε χρῆσθαι. πολλαχοῦ μὲν οὖν τῆς νομοθεσίας τὴν ὑπόσχεσιν ἐπαληθεύουσαν εὑρήσομεν, οὐχ ἥκιστα δὲ κἀν τῷ προτεθέντι κεφαλαίῳ, καθ’ ὃ γεωργὸς ὁ δίκαιος Νῶε εἰσάγεται.
τίνι γὰρ τῶν προχειροτέρων οὐκ ἂν δόξειε τὰ αὐτὰ εἶναι γεωργία τε καὶ γῆς ἐργασία, καίτοι πρὸς ἀλήθειαν οὐ μόνον οὐκ ὄντα τὰ αὐτά, ἀλλὰ καὶ λίαν ἀπηρτημένα, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι;
δύναται μὲν γάρ τις καὶ ἄνευ ἐπιστήμης περὶ τὴν γῆς ἐπιμέλειαν πονεῖσθαι, γεωργὸς δὲ τὸ μὴ ἰδιώτης ἀλλ’ ἔμπειρος εἶναι καὶ τῷ ὀνόματι πεπίστωται, ὅπερ ἐκ τῆς γεωργικῆς τέχνης, ἧς φερώνυμός ἐστιν, [*](φίλωνος περὶ γεωργίας (τὸ α΄ add. Index M) MAG: φίλωνος ἰουδαίου περὶ λόγος ι΄ U, τοῦ αὑτοῦ περὶ γεωργίας F, περὶ γεωργίας Η 1. 2 καὶ—αὐτοῦ om. UF 1 γῆς om. H 2 ἔπιε τοῦ MG: ἔπιεν ἐκ τοῦ AH 3 τῶν om. F 7 τῆς] τοῖς D 8 ἐμφατικωτάτοις M 9 ἐπαληθεύοντα coni. Cohn εὑρήσωμεν G 10 προστεθέντι Α καθ’ ὃ AU: καθὸ ceteri 11 δόξειε U: δόξαιεν F, δόξαι MGH, δόξαι Α τὸ αὐτὸ conicio (item lin. 13) 12 τε om. F 13 τὰ αὐτὰ Η: τοιαῦτα MAG, om. UF 14 γάρ om. UF γῆν Η1 15 ποιεῖσθαι Η1 δὲ GH2: om. eeteri τὸ Benzelius: τῶ codd. 16 ὅπερ UF: ὥπερ MGH, ὧσπερ Α ἧς Turn.: ἡ U, ἡ F, ὡς MAGH)
πρὸς δὲ τούτῳ κἀκεῖνο λογιστέον, ὅτι ὁ μὲν γῆς ἐργάτης πρὸς ἓν τέλος, τὸν μισθόν, ἀφορῶν — ἔμμισθος γὰρ ὡς ἐπίπαν οὗτος — οὐδεμίαν ἔχει φροντίδα τοῦ καλῶς ἐργάσασθαι, ὁ μέντοι γεωργὸς πολλὰ ἂν ἐθελήσαι καὶ τῶν ἰδίων εἰσφέρειν καὶ προσαναλίσκειν οἴκοθέν τι ὑπὲρ τοῦ καὶ τὸ χωρίον ὀνῆσαι καὶ πρὸς μηδενὸς τῶν ἰδόντων μεμφθῆναι· βούλεται γὰρ οὐχ ἑτέρωθέν ποθεν, ἀλλ’ ἐκ τῶν γεωργηθέντων εὐτοκίᾳ χρωμένων ἀνὰ πᾶν ἔτος τοὺς καρποὺς ἀναλαμβάνειν.
οὗτος τὰ μὲν ἄγρια τῶν δένδρων ἡμεροῦν, τὰ δ’ ἥμερα ἐπιμελείαις συναύξειν, τὰ δ’ ὑπὸ πλεοναζούσης τροφῆς κεχυμένα τομαῖς στέλλειν, τὰ δ’ ἐσταλμένα καὶ πεπιλημένα ἐπιφύσεων ἐκτάσεσι μηκύνειν, καὶ ὅσα μὲν εὐγενῆ πολυκληματοῦντα κατὰ γῆς τείνειν ἐν οὐ πάνυ βαθείαις τάφροις, ὅσα δὲ μὴ εὔκαρπα ἑτέρων εἰς τὸν πρὸς ταῖς ῥίζαις κορμὸν ἐνθέσει καὶ συμφυεστάτῃ ἑνώσει βελτιοῦν ἐθελήσει — καὶ γὰρ ἐπ’ ἀνθρώπων τυγχάνει ταὐτὸν, ὡς τοὺς θετοὺς παῖδας γένεσιν ἀλλοτρίοις διὰ τὰς σφετέρας οἰκειουμένους ἀρετὰς παγίως ἐναρμόζεσθαι —·
μυρία τοίνυν καὶ αὐτόπρεμνα ῥίζαις αὐταῖς ἀνασπάσας κατέβαλε τὰς εἰς εὐκαρπίαν ἐκ φύσεις ἐστειρωμένα καὶ τοῖς φέρουσι μεγάλην ζημίαν ἐκ τοῦ παραπεφυτεῦσθαι πλησίον ἐνεγκόντα. τοιαύτη μέν τίς ἐστιν ἡ περὶ τὰ βλαστάνοντα ἐκ γῆς φυτὰ τέχνη, τὴν δὲ ψυχῆς γεωργικὴν ἐν μέρει πάλιν ἐπισκεψώμεθα.
Πρῶτον μὲν τοίνυν σπείρειν ἢ φυτεύειν ἄγονον οὐδὲν ἐπιτηδεύει, πάντα δ’ ἥμερα καὶ καρποτόκα φόρους ἐτησίους οἴσοντα τῷ ἡγεμόνι ἀνθρώπῳ· τοῦτον γὰρ ἄρχοντα ἡ φύσις δένδρων τε καὶ ζῴων τῶν ἄλλων ὅσα θνητὰ ἅπαξ ἁπάντων ἀνέδειξεν.
ἄνθρωπος δὲ ὁ ἐν ἑκάστῳ ἡμῶν τίς ἂν εἴη πλὴν ὁ νοῦς, ὃς τὰς ἀπὸ τῶν σπαρέντων καὶ φυτευθέντων ὠφελείας εἴωθε καρποῦσθαι; ἐπεὶ δὲ νηπίοις μέν ἐστι [*](1 εἴρηται coni. Mang. τούτω MGUF: τοῦτο ΑΗ κἀκείνω F ὁ μὲν om. UF 3 οὐδεμίαν] οὐκ UF 4 πόλλ’ U ἐθελήση Α 5 τι secl. Cohn ὑπὲρ scripsi: περὶ codd. μηδενὸς UFH2: μηδὲν MAGH1 ἰδόντων UF: εἰδότων ceteri 7 οὕτως UF τὰ] ὡς τὰ F 8 μὲν γὰρ ἄγρια MAG ἐπιμελείᾳ F 9 τομαῖς UFL2: τὰ μὲν MAGHL1 10 ἐκστάσεσι G 11 ἐν om. UF βαθείαις τάφροις MAUF: τάφροις βαθείαις GH 12 ἔγκαρπα ἕτερον Α κόσμον Α 14 τυγχάνον UF, συμβαίνει conicio ἀλλοτρίαν GH2, ἀλλοτρίους Mang. 15 σφετέρας] ἐφ’ ἑτέρας MA οἰκειουμένους G: οἰκειουμένας MAUF, οἰκειουμένοις H2 in ras. 16 τὰς MAUFH: τὰ G 16. 17 ἐκφύσεις scripsi: φύσεις MAUFH, φύσει G 17 ἐστειρωμένας UF φέρουσι καρποὺς vel εὐφοροῦσι 18 περὶ] παρὰ G 19 δὲ om. MA ἐμπειρίαν ante ἐν add. UF, mg. L 21 μὲν om. UF ἐπιτηδεύει UF: ἐπιτηδεύειν ceteri 22 καὶ UF: om. ceteri 23 τῶν] καὶ τῶν H post θνητὰ add. καὶ UF)
διὰ ταύτης τῆς γεωργικῆς καὶ ὅσα παθῶν ἢ κακιῶν δένδρα ἀναβλαστόντα εἰς ὕψος ἐξήρθη φθοροποιοὺς φέροντα καρπούς, ὑποτεμνόμενα καθαίρεται, ὡς μηδὲ βραχύ τι λείψανον ἐαθῆναι, ἀφ’ οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀναδραμοῦνται.
κἂν εἴ τινα μέντοι δένδρα εἴη μήτ’ ὠφελίμων μήτ’ αὖ βλαβερῶν καρπῶν οἰστικά, ταῦτα ἐκκόψει μέν, οὐ μὴν ἐάσει γε ἀφανισθῆναι, κατατάξει δ’ αὐτὰ εἰς ἐναρμόνιον χρῆσιν ἢ βαλλομένη χάρακας καὶ σταυροὺς ἐν κύκλῳ στρατοπέδου ἢ φραγμὸν πόλεως, ἵνα ἀντὶ τείχους ᾖ.
λέγει γάρ· „πᾶν ὃ οὐ καρπόβρωτόν ἐστιν, ἐκκόψεις καὶ ποιήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιήσει πρὸς σὲ τὸν πόλεμον“ (Deut. 20,20). ταῦτα δ’ εἰκάζεται τὰ δένδρα ταῖς περὶ λόγους δυνάμεσι θεωρίαν ψιλὴν ἐχούσαις·
ἐν αἷς θετέον ἰατρολογίαν ἀπεζευγμένην ἔργων, δι’ ὧν τοὺς κάμνοντας εἰκός ἐστι σῴζεσθαι, καὶ ῥητορικῆς τὸ συνηγορικὸν καὶ ἔμμισθον εἶδος οὐ περὶ τὴν εὕρεσιν τοῦ δικαίου πραγματευόμενον, ἀλλὰ περὶ τὴν δι’ ἀπάτης πειθὼ τῶν ἀκουόντων, ἔτι μέντοι καὶ διαλεκτικῆς καὶ γεωμετρίας ὅσα εἰς μὲν ἐπανόρθωσιν ἤθους οὐδὲν συνεργεῖ, παραθήγει δὲ τὸν νοῦν οὐκ ἐῶντα ἀμβλείᾳ χρῆσθαι τῇ πρὸς ἕκαστα τῶν ἀπορουμένων προσβολῇ, τομαῖς δὲ ἀεὶ καὶ διαστολαῖς χρῆσθαι, ὡς τὴν ἑκάστου πράγματος ἰδιότητα κοινῶν διαζευγνύναι ποιοτήτων.
τὸν γοῦν κατὰ φιλοσοφίαν λόγον [*](3 ἐμπρεπεῖς MAF: εὐπρεπεῖς GUH 4 ὑφήγησις U 5 ὠφελιμωτάτους UF: om. ceteri καλὰς UF: καλοὺς ceteri 7 ἀναβλαστόντα scripsi: ἀναβλαστοῦντα MAGH, ἀναβλαστάνοντα UF ἐπήρθη F 8 καθαίρει τέως U, καθαίρει ἕως F 10 εἴη scripsi: ἦ MGUFH, om. Α καρπῶν om. UF οἰστικά] ὥστ’ εἰ κἄν U 11 ἐκκόψωμεν U ἐάσῃ U κατατέξει F 12 ἡ βαλομένη M 13 πόλει F 14 πᾶν—ἐστιν] ξύλον ὃ γνώση ὅτι οὐ ξύλον βρώσεως ἐστιν αὐτό UF 1.5 εἴ τις ΑΗ1 ποιεῖ μετά σου τὸν πόλεμον ἕως καθαιρεθῆναι αὐτήν. ταῦτα UF 15. 16 ταῦτα δικάζεται AF 18 ἄμισθον F 19. 20 διὰ πάσης UF 20 ἔτι] ἔστι F 21 παραθήσει MA 22 ἀβλαβείᾳ G, ἀμελεία U τῇ] τῆς U 22. 23 τῇ—χρῆσθαι bis habet F 22 τῶν UFH2: om. MAGH1 23 δ’ UF ἀεὶ om. Α 24 τῶν κοινῶν H διαζεύγνυσθαι UF φιλοσοφίας H1) [*](24—98,3 DK. fol. 195r Φίλωνος ἐκ τοῦ περὶ γεωργίας· τὸν κατὰ φιλοσοφίας λόγον—περιπεριβόλῳ.)
καθάπερ γὰρ τὸ περικείμενον τεῖχος ὀπώρας καὶ φυτῶν τῶν κατὰ τὸν ἀγρόν ἐστι φυλακτήριον τοὺς ἐπὶ τῷ σίνεσθαι παρεισφθείρεσθαι βουλομένους ἀνεῖργον, τὸν αὐτὸν τρόπον τὸ λογικὸν μέρος φιλοσοφίας φρουρά τίς ἐστιν ὀχυρωτάτη τῶν δυεῖν ἐκείνων, ἠθικοῦ τε καὶ φυσικοῦ·
τὰς γὰρ διπλᾶς καὶ ἀμφιβόλους ὅταν ἐξαπλοῖ λέξεις καὶ τὰς διὰ τῶν σοφισμάτων πιθανότητας ἐπιλύῃ καὶ τὴν εὐπαράγωγον ἀπάτην, μέγιστον ψυχῆς δέλεαρ καὶ ἐπιζήμιον, ἀναιρῇ διὰ λόγων ἐμφαντικωτάτων καὶ ἀποδείξεων ἀνενδοιάστων, ὥσπερ κηρὸν λελειασμένον τὸν νοῦν ἀπεργάζεται ἕτοιμον δέχεσθαι τούς τε φυσιολογίας καὶ τοὺς ἠθοποιίας ἀσινεῖς καὶ πάνυ
δοκίμους χαρακτῆρας. ταῦτ’ οὖν ἡ ψυχῆς ἐπαγγελλομένη γεωργικὴ προκηρύττει· τὰ ἀφροσύνης δένδρα καὶ ἀκολασίας ἀδικίας τε καὶ δειλίας πάντ’ ἐκκόψω, ἐκτεμῶ καὶ τὰ ἡδονῆς καὶ ἐπιθυμίας ὀργῆς τε καὶ θυμοῦ καὶ τῶν παραπλησίων παθῶν, κἂν ἄχρις οὐρανοῦ μηκύνηται, τὰ φυτά, ἐπικαύσω καὶ τὰς ῥίζας αὐτῶν ἐφιεῖς’ ἄχρι τῶν ὑστάτων τῆς γῆς φλογὸς ῥιπήν, ὡς μηδὲν μέρος ἀλλὰ μηδ’ ἴχνος ἢ σκιὰν ὑπολειφθῆναι τὸ παράπαν.
ἀνελῶ μὲν δὴ ταῦτα, φυτεύσω δὲ ταῖς μὲν ἐν ἡλικίᾳ παιδικῇ ψυχαῖς μοσχεύματα, ὧν ὁ καρπὸς αὐτὰς τιθηνήσεται — ἔστι δὲ ταῦτα ἡ τοῦ γράφειν καὶ ἀναγινώσκειν εὐτρόχως ἐπιτήδευσις, ἡ τῶν παρὰ σοφοῖς ποιηταῖς ἀκριβὴς ἔρευνα, γεωμετρία καὶ ἡ περὶ τοὺς ῥητορικοὺς λόγους μελέτη καὶ ἡ σύμπασα τῆς ἐγκυκλίου παιδείας [*](2 φύλλοις D παραβάλλοντας AUF: παραβάλοντας M, παραβαλόντας GH, παραβαλόντες D 2. 3 ὧν—φυτά om. D 3 δ’ αὖ] δὲ D φραγμῶν M 5 ἐπὶ τῶ MGHL1: ἐπὶ τὸ Α, om. UFL2 σίνεσθαι AU: σίνεσθαι καὶ FL2, γίνεσθαι M, γενέσθαι GHL1 παρεισφέρεσθαι Α 6 μέρος] γένος UF φιλοσοφία Α 7 δυοῖν Α 8 ἀναμφιβόλους U τὰς om. F 9 ἐπιλύει F 10 ἀναιρεῖ GUFH1 ἐμφατικωτάτων M 11 γὰρ post ὥσπερ add. Α λελειωμένον UF 12 δέχεσθαι UFH: δέχρῆσαι UFH: δὲ χρῆσθαι Α τοὺς post καὶ om. UF καὶ UF: καθὰ καὶ ceteri, κάρτα καὶ Turn. 13 ταῦτ’ οὖν] ταὐτὸν MA ἡ] ἢ MH1 ἐπαγγελλομένης MH γεωρκικὴν Η2 15 καὶ post ἐκκόψω add. G ἐκτέμω MU 16 μηκύνηται scripsi: μηκύνῃ codd. 17 ἐφιεὶς codd. ἐφιεῖσα v βαθυτάτων coni. Mang. 18 ῥιπῆ UF 19 ἀνέλωμεν U 21 εὐτρόχως UF: ἐπιοχως M, εὐστόχως GH, om. Α 22 γεωμετρία UF: γεωμετρίας ceteri; ἡ γεωμετρία coni. Colin 23 συμπάσης UF παιδείας] φιλοσοφίας UF 23. 99,1 παιδεία μουσικῆς coni. Cohn) [*](1 cf. Zeller, Hist. philos. gr. ΙΙΙ 1 p. 62.)
ἂν μέντοι τι καὶ τῶν τῆς ἀγρίας λεγομένης ὕλης ἐδώδιμον μὲν μὴ φέρῃ καρπόν, δύνηται δὲ ἐδωδίμου φραγμὸς εἶναι καὶ φυλακτήριον, καὶ τοῦτο ταμιεύσομαι, οὐ δι’ ἑαυτό, ἀλλ’ ὅτι ὑπηρετεῖν ἀναγκαίῳ καὶ χρησίμῳ σφόδρα πέφυκε.
διὰ τοῦτο ὁ πάνσοφος Μωυσῆς τῷ μὲν δικαίῳ τὴν τῆς ψυχῆς γεωργικὴν ὡς ἐναρμόνιον καὶ ἐπιβάλλουσαν τέχνην ἀνατίθησι λέγων „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός“, τῷ δὲ ἀδίκῳ τὴν ἄνευ ἐπιστήμης φέρουσαν ἄχθη βαρύτατα γῆς ἐργασίαν· „Κάιν“