Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τῶν γὰρ ἀνθρώπων οἱ μὲν ψυχῆς, οἱ δὲ σώματος γεγόνασι φίλοι· οἱ μὲν οὖν ψυχῆς ἑταῖροι νοηταῖς καὶ ἀσωμάτοις φύσεσιν ἐνομιλεῖν δυνάμενοι οὐδεμιᾷ τῶν γεγονότων ἰδέᾳ [*](1 primum καὶ om. HPL1 ἀγαθῶν καὶ τῶν H2: om. ceteri 2 ἐν om. AUF 3 ὁ om. GF 3. 4 ὁ—ἂν om. Α 3. 4 ὑποβάλλῃ ὑποβάλῃ M) λόγος MGUP: ἐπιβάλλει λόγος F, λόγος ὑποβάλλῃ Η ὑποβάλλει H2) 5 ἀποχρώντως om. U 6 ταῦτα UF: τοιαῦτα ceteri φησί ante τὸν add. U 7 πετεινοῦ MGUF 8 ἐθυμώθην] ἐνεθυμήθην HP πάλιν HP: πάλαι ceteri 10 ἔστι UF: ἐπεὶ ceteri 11 κηραίνειν] ὀργίζεσθαι Α, s. s. P2 τῆς ψυχῆς UF τοῦ σώματος UF 12 μέλη καὶ μέρη UF 14 ἑτέρους GF, ἑτέρω P πράξεσι U 15 οἲ] ἡ Α εἰσὶν ὅμοιοι F πρόκεινται HP 16 περὶ] παρὰ Η ὁ om. U 17 ὅτι om. F πρότερον UF: πρῶτον ceteri 18 ἕτερον UF 19 παρ’ ὃ GU αὐτοῦ F, αὖ U: αὐτοὺς ceteri παιδεύσει UF: παιδεῦσαι cetori 22 οὖν om. G 23 ἤδη ante φύσεσιν add. UF ὁμιλεῖν UF) [*](10 sqq. cf. Clementem Strom. II § 72 p. 467 P. 14 sqq. Orig. Comment. in Ev. Matth. XVII 17 p. 795 (Philonis operum vol. l p. LXXXXVI), Contra Celsum IV 71. p. 557.)

v.2.p.69
παραβάλλουσι τὸ ὄν, ἀλλ’ ἐκβιβάσαντες αὐτὸ πάσης ποιότητος — ἓν γάρ τι τῶν εἰς τὴν μακαριότητα αὐτοῦ καὶ τὴν ἄκραν εὐδαιμονίαν ἦν τὸ ψιλὴν ἄνευ χαρακτῆρος τὴν ὕπαρξιν καταλαμβάνεσθαι — τὴν κατὰ τὸ εἶναι φαντασίαν μόνην ἐνεδέξαντο μὴ μορφώσαντες αὐτό.

οἱ δὲ συμβάσεις καὶ σπονδὰς πρὸς σῶμα θέμενοι, ἀδυνατοῦντες ἀπαμφιάσασθαι τὸ σαρκῶν περίβλημα καὶ μόνην καὶ καθ’ ἑαυτὴν ἀπροσδεᾶ καὶ ἁπλῆν φύσιν ἰδεῖν ἀμιγῆ καὶ ἀσύγκριτον, οἷα περὶ ἑαυτῶν τοιαῦτα καὶ περὶ τοῦ πάντων αἰτίου διενοήθησαν, οὐ λογισάμενοι ὅτι τῷ μὲν ἐκ πλειόνων συνόδου δυνάμεων γενομένῳ πλειόνων ἔδει μερῶν πρὸς τὴν τῶν καθ’ ἕκαστον χρειῶν ὑπηρεσίαν, ὁ δὲ θεὸς ἅτε ἀγένητος ὢν καὶ τὰ ἄλλα ἀγαγὼν εἰς γένεσιν οὐδενὸς ἐδεήθη τῶν τοῖς γεννήμασι προσόντων· ἐπεὶ καὶ τί φῶμεν;

εἰ κέχρηται τοῖς ὀργανικοῖς μέρεσι, βάσεις μὲν ἔχει τοῦ προέρχεσθαι χάριν — βαδιεῖται δὲ ποῖ πεπληρωκὼς τὰ πάντα; καὶ πρὸς τίνα μηδενὸς ὄντος ἰσοτίμου; καὶ ἕνεκα τοῦ; οὐ γὰρ ὑγείας φροντίζων ὥσπερ καὶ ἡμεῖς — καὶ χεῖρας μέντοι πρὸς τὸ λαβεῖν τε καὶ δοῦναι· λαμβάνει μὲν δὴ παρ’ οὐδενὸς οὐδέν — πρὸς γὰρ τῷ ἀνεπιδεεῖ καὶ τὰ σύμπαντα ἔχει κτήματα —, δίδωσι δὲ λόγῳ χρώμενος ὑπηρέτῃ δωρεῶν, ᾧ καὶ τὸν κόσμον εἰργάζετο.