Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ὀφθαλμῶν γε μὴν οὐκ ἐδεῖτο, οἷς ἄνευ φωτὸς αἰσθητοῦ κατάληψις οὐ γίνεται· τὸ δὲ αἰσθητὸν φῶς γενητόν, ἑώρα δὲ ὁ θεὸς καὶ πρὸ γενέσεως φωτὶ χρώμενος ἑαυτῷ. τί δὲ δεῖ λέγειν περὶ τῶν τῆς τροφῆς ὀργάνων;
εἰ γὰρ ταῦτ’ ἔχει, καὶ τρέφεται καὶ πληρωθεὶς μὲν ἀποπατεῖ, παυσάμενος δὲ δεῖται πάλιν, καὶ τἄλλα ὅσα τούτοις ἀκόλουθα οὐκ ἂν εἴποιμι· ἀσεβῶν [*](1 ἐκβιβάσαντες UF: ἐπιβιβάσαντες ceteri 2 τι GUF: om. ceteri αὐτοῦ om. UF ἦν om. UF 4 μόνον φαντασίαν UF ἀνεδέξαντο P, ἐδέξαντο UF αὑτό U: om. F, αὐτόν ceteri 5 συμβιβάσεις U σώματα U, σώματι F ἐπαμφιάσασθαι Α, corr. m. rec. in mg. 6 πρόβλημα H1P 7 οἷα] οἷα in ras. Η2, οἷς βία P, ὁποῖα Turn. περὶ αὐτὴν U, περὶ αὐτῶν F (ῶν F2 in ras.) 8 τῶν μὲν GUF 9 συνόδου—πλειόνων om. UF συνόλου G γενομένων G 10 ἕκαστα UF ὑπηρεσιῶν Η 11 ἀγένητος MGL: ἀγέννητος ceteri ἄλλα] ὅλα coni. Mang. 13 ἔχειν H2 προέρχεσθαι H2: προσέρχεσθαι ceteri δέ τοι G 14 ἰσοτίμου] ἑτέρου UF 14—15 ἕνεκα—γὰρ om. Α 15 τοῦ; οὐ γὰρ MHP: τοῦ; οὐ L, τούτου καὶ G, οὐ γὰρ UF ὑγείας om. HP καὶ om. F χεῖρες M, χεῖρα AH1PL 16 τε om. UF λαμβάνειν F δὴ] οὑν UF 17 γὰρ] δὲ Α 18 λόγῳ] νόμω UFL2 19 αἰσθητῶν F, αἴσθῃ U 20 φῶς ὡς G γεννητόν AUF καὶ πρὸ γενέσεως post ἑαυτῷ HP 21 δὲ UF: om. ceteri 22 ἀποπατεῖ MAHP: ἀποπαύεται GUFL2, ἀναπαύεται conicio παυσάμενος] ἀποπατήσας vel ἀναπαυσάμενος conicio)
εἰσαγόντων τὸ θεῖον. τίνος οὖν ἕνεκα Μωυσῆς βάσεις, χεῖρας, εἰσόδους, ἐξόδους φησὶν εἶναι μερὶ τὸ ἀγένητον, τίνος δὲ χάριν ὅπλισιν τὴν πρὸς ἐχθρῶν ἄμυναν; ξιφηφοροῦντα γὰρ εἰσάγει καὶ βέλεσι χρώμενον καὶ πνεύμασι καὶ φθοροποιῷ πυρί — καταιγίδα καὶ κεραυνὸν ἑτέροις ὀνόμασι ταῦτα ποιηταὶ προσαγορεύοντες ὅπλα τοῦ αἰτίου φασὶν εἶναι —, πρὸς δὲ ἔτι ζῆλον, θυμόν, ὀργάς, ὅσα τούτοις ὅμοια ἀνθρωπολογῶν διεξέρχεται;