Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
πάλιν τινὲς τῶν εἰρημένων ἀκούσαντες ὑπολαμβάνουσι θυμοῖς καὶ ὀργαῖς χρῆσθαι τὸ ὄν. ἔστι δ’ οὐδενὶ ληπτὸν πάθει τὸ παράπαν· ἀσθενείας γὰρ ἀνθρωπίνης τὸ κηραίνειν ἴδιον, θεῷ δὲ οὔτε τὰ ψυχῆς ἄλογα πάθη οὔτε τὰ σώματος μέρη καὶ μέλη συνόλως ἐστὶν οἰκεῖα. λέγεται δὲ οὐδὲν ἧττον παρὰ τῷ νομοθέτῃ μέχρι τινὸς εἰσαγωγῆς τὰ τοιαῦτα, τοῦ νουθετῆσαι χάριν τοὺς ἑτέρως μὴ δυναμένους σωφρονίζεσθαι.
τῶν γὰρ ἐν ταῖς προστάξεσι καὶ ἀπαγορεύσεσι νόμων, οἳ δὴ κυρίως εἰσὶ νόμοι, δύο τὰ ἀνωτάτω πρόκειται κεφάλαια περὶ τοῦ αἰτίου, ἓν μὲν ὅτι „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num. 23,19), ἕτερον δὲ ὅτι ὡς ἄνθρωπος.
ἀλλὰ τὸ μὲν πρότερον ἀληθείᾳ βεβαιοτάτῃ πεπίστωται, τὸ δ’ ὕστερον πρὸς τὴν τῶν πολλῶν διδασκαλίαν εἰσάγεται· παρὸ καὶ λέγεται ἐπ’ αὐτοῦ· „ὡς ἄνθρωπος παιδεύσει τὸν υἱὸν αὐτοῦ“ (Deut. 1,31)· ὥστε παιδείας ἕνεκα καὶ νουθεσίας, ἀλλ’ οὐχὶ τῷ πεφυκέναι τοιοῦτον εἶναι λέλεκται.