Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

φαντασία δέ ἐστι τύπωσις ἐν ψυχῇ· ὧν γὰρ εἰσήγαγεν ἑκάστη τῶν αἰσθήσεων, ὥσπερ δακτύλιός τις ἢ σφραγὶς ἐναπεμάξατο τὸν οἰκεῖον χαρακτῆρα· κηρῷ δὲ ἐοικὼς ὁ νοῦς τὸ ἐκμαγεῖον δεξάμενος ἄκρως παρ’ ἑαυτῷ φυλάττει, μέχρις ἂν ἡ ἀντίπαλος μνήμης τὸν τύπον [*](1 ἀνατείλασα G 2 καὶ foit. del. 3 οἴναρα Turn: οἷον ἄρα codd. post τελεσθῇ add. οἷον ἄρα AGUF 4 γεννωμένῳ Α τοῖς] ταῖς AG μαζοῖς G 6 δὲ ante κἄν add. AUF 8 δὲ G 9 φύσασι Η2 post φυτεύσασι add. σπεύδει G2 10 φαντασία, αἰσθήσει UF 11 τὰ μὲν δὴ φυτὰ τούτων ἀμέΤοχα Ε μὲν—ἀόρμητα om. AG γὰρ om. UF 12 ἀθρόων MGF: ἀθρόον AUHPE 12. 13 αὐτὸ δήπου UFNE 13 εἴσθεσίς τις οὖσα om. D ἐπιφέρει D 14 τοῦτο AGU, τούτων D 14—16 om. E 14 ταμιεῖον D 14. 15 ταμιεῖον καὶ ἄλλων αἰσθητικῶν ὀργάνων καὶ πανδεχές· πάντα ὅσα δι’ ὁράσεως καὶ ἀκοῆς καὶ ὧν προειρήκαμεν αἰσθητικῶν ὀργάνων DR ταμεῖον πᾶν δέχεται πάθος ἁ δι’ ὁράσεως UFN 14 πάντα ὅσα D 15 καὶ ante τῶν om. Α τῶν om. D 16 ἀποθησαυρίζεται UFNDR δ’ ἐστι UFN ἐστὶ om. Ε post ψυχῇ add. οἱονεὶ φαοστασία τις οὖσα E ὧν scripsi: ἣν MHP, τὴν Α, ἐν G, ἃ UFNED 17 τις ἐσφράγισε καὶ ἀπεμάξατο οἰκεῖον D 18. 19 χαρακτῆρα, ἢ (ἢ b) τὸ ἐκμαγεῖον φυλάττει παρ’ ἑαυτῇ, μέχρις ἂν ἡ ἀντίπαλος τῇ μνήμῃ τύπον τὸν τύπον τῇ μνήμῃ b) E 18 ἔοικεν D τὸ γὰρ ἐκμαγεῖον DL 19 ἀντίπαλος μνήμης post λήθη (p. 66, 1) transpos. HP 19 μνήμη UFN, τῆ μνήμης D τὸν] αὐτὸν τὸν G) [*](9—67,10 ψυχὴν δὲ—ἀποτίσει exstant in E, II p. 606,23—607,33 M., cf. ad —66,2 DL fol. 112r DR fol. 221v (τοῦ αὐτοῦ DR) ἐκ τοῦ περὶ αὑτό που—διέθηκε τὴν ψυχήν. 12—66,4 N fol. 188r αἴσθησις—φυτῶν.)

v.2.p.66
λεάνασα λήθη ἀμυδρὸν ἐργάσηται ἢ παντελῶς ἀφανίσῃ.

τὸ δὲ φανὲν καὶ τυπῶσαν τοτὲ μὲν οἰκείως τοτὲ δὲ ὡς ἑτέρως διέθηκε τὴν ψυχήν. τοῦτο δὲ αὐτῆς τὸ πάθος ὁρμὴ καλεῖται, ἣν ὁριζόμενοι πρώτην ἔφασαν εἶναι ψυχῆς κίνησιν. τοσούτοις μὲν δὴ ζῷα προὔχει φυτῶν· ἴδωμεν δὲ

τίνι τῶν ἄλλων ζῴων ὑπερβέβληκεν ἄνθρωπος. ἐξαίρετον οὗτος τοίνυν γέρας ἔλαχε διάνοιαν, ἣ τὰς ἁπάντων φύσεις σωμάτων τε ὁμοῦ καὶ πραγμάτων εἴωθε καταλαμβάνειν. καθάπερ γὰρ ἐν μὲν τῷ σώματι τὸ ἡγεμονικὸν ὄψις ἐστίν, ἐν δὲ τῷ παντὶ ἡ τοῦ φωτὸς φύσις, τὸν αὐτὸν τρόπον καὶ τῶν ἐν ἡμῖν τὸ κρατιστεῦον ὁ νοῦς·