Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τελεσφορεῖται δὲ ὁ πεπανθεὶς ἄκρως, ἡνίκα, κἂν μηδεὶς δρέπηται, τῆς συμφυΐας αὐτὸς ἐπείγεται διαζεύγνυσθαι ἅτε μηκέτι τροφῶν τῶν ἀπὸ τῆς τεκούσης δεόμενος, ἱκανὸς δ’ ὤν, εἰ χώρας ἀγαθῆς ἐπιλάχοι, σπείρειν καὶ γεννᾶν ὅμοια τοῖς φυτεύσασι.

ψυχὴν δὲ φύσεως τρισὶ διαλλάττουσαν ὁ ποιῶν ἐποίει, αἰσθήσει, φαντασίᾳ, ὁρμῇ· τὰ μὲν γὰρ φυτὰ ἀόρμητα, ἀφάνταστα, αἰσθήσεως ἀμέτοχα, τῶν δὲ ζῴων ἕκαστον ἀθρόων μετέχει τῶν εἰρημένων.

αἴσθησις μὲν οὖν, ὡς αὐτό που δηλοῖ τοὔνομα, εἴσθεσίς τις οὖσα τὰ φανέντα ἐπεισφέρει τῷ νῷ· τούτῳ γάρ, ἐπειδὴ μέγιστόν ἐστι ταμεῖον καὶ πανδεχές, πάνθ’ ὅσα δι’ ὁράσεως καὶ ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητικῶν ὀργάνων ἐντίθεται καὶ ἐναποθησαυρίζεται.