Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ψυχῆς γὰρ ὄψις οὗτος οἰκείαις περιλαμπόμενος αὐγαῖς, δι’ ὧν ὁ πολὺς καὶ βαθὺς ζόφος, ὃν κατέχεεν ἄγνοια τῶν πραγμάτων, ἀνασκίδναται. τοῦτο τῆς ψυχῆς τὸ εἶδος οὐκ ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν τὰ ἄλλα ἀπετελεῖτο, διεπλάσθη, καθαρωτέρας δὲ καὶ ἀμείνονος ἔλαχε τῆς οὐσίας, ἐξ ἧς αἱ θεῖαι φύσεις ἐδημιουργοῦντο· παρὸ καὶ μόνον τῶν ἐν ἡμῖν εἰκότως ἄφθαρτον ἔδοξεν εἶναι διάνοια.

μόνην γὰρ αὐτὴν ὁ γεννήσας πατὴρ ἐλευθερίας ἠξίωσε, καὶ τὰ τῆς ἀνάγκης ἀνεὶς δεσμὰ ἄφετον εἴασε, δωρησάμενος αὐτῇ τοῦ πρεπωδεστάτου καὶ οἰκείου κτήματος αὐτῷ, τοῦ ἑκουσίου, μοῖραν, ἣν ἠδύνατο δέξασθαι· τὰ μὲν γὰρ ἄλλα ζῷα, ὧν ἐν ταῖς ψυχαῖς τὸ ἐξαιρούμενον εἰς ἐλευθερίαν νοῦς οὐκ ἔστι, καταζευχθέντα καὶ ἐγχαλινωθέντα πρὸς ὑπηρεσίαν ἀνθρώποις παραδέδοται ὥσπερ οἰκέται δεσπόταις, ὁ δὲ ἄνθρωπος ἐθελουργοῦ καὶ αὐτοκελεύστου γνώμης λαχὼν καὶ [*](1 ἀμυδρὰν HP, ἢ ἀμυδρὸν MDR 2 τυπωθὲν D ποτὲ bis DL οἰκείως] εἰκὸς P ὡς GUFNDE: καὶ ὡς H2, οἰκείως PH1, om. MA 4 εἶναι om. Ε δὴ om. UFNE ζῶον G1 ὑπερέχει E δὲ om. U, δὴ Α, τοίνυν E 5 ἀγελῶν U ὑπερβέβληκεν MAH1P: ὑπερβέβηκεν ceteri ὁ ἄνθρωπος HP 5. 6 οὗτος τοίνυν ἐξαίρετον UF, οὗτος δὲ ἐξαίρετον Ε 6 οὗτος post ἔλακε transpos. G ἣ MG: ἢ Α, ἧ ceteri E ὁμοῦ om. E 8 ἡγεμονικώτατον GUFE 9 οὕτως Α, οὗτος post οἰκείαις transpos. H1P, del. Η2 10 ταῖς ante οἰκείαις add. UFE, δὲ add. G 13 ἔλαχε] ἐπὶ G1, ἀπὸ G2 ἧς καὶ αἱ D 14 παρ’ ὃ AGU 15 διάνοια G1UF: διάνοιαν ceteri γεννήσας ὁ DM 16 ἀφέτην G αὐτῇ om. DM 17 οἰκειοτάτου GF αὐτῶ MAGHPab: αὐτῶν UFr, αὐτοῦ DM 18 ἄλλα] ἄλογα UH2 18. 19 ψυχαῖς ἡ ἐξαιρουμένη εἰς ἐλευθερίαν διάνοια οὐκ ἔστι E 19 ὁ ἐξαιρούμενος UF 19. 20 χαλινωθέντα E 20 παραδίδοται U 21 δ’ E ἐλευθερουργοῦ AHP2, ἐλευθέρου γοῦν P1 γνώμης] γνῶσιν HP προαιρετικῶς HL1) [*](9 cf. Aristot. Topica I 17 p. 108a11 ὡς ὄψις ἐν ὀφθαλμῷ, νοῦς ἐν ψυχῇ et quae collegi in Elteri Gnomologiorum graecorum historia p. 232. 11—18 DM fol. 282, DP fol. 376v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ γιγάντων: τῆς ψυχῆς τὸ εἶδος—ἣν ἡδύνατο δέξασθαι.)

v.2.p.67
προαιρετικαῖς χρώμενος τὰ πολλὰ ταῖς ἐνεργείαις εἰκότως ψόγον μὲν ἔσχεν ἐφ’ οἷς ἐκ προνοίας ἀδικεῖ, ἔπαινον δὲ ἐφ’ οἷς ἑκὼν κατορθοῖ.

τῶν μὲν γὰρ ἄλλων φυτῶν τε καὶ ζῴων οὔτε αἱ εὐφορίαι ἐπαινεταὶ οὔθ’ αἱ κακοπραγίαι ψεκταί — τὰς γὰρ ἐφ’ ἑκάτερα κινήσεις καὶ μεταβολὰς ἀπροαιρέτους καὶ ἀκουσίους ἔλαβον —, μόνη δὲ ἡ ἀνθρώπου ψυχὴ δεξαμένη παρὰ θεοῦ τὴν ἑκούσιον κίνησιν καὶ κατὰ τοῦτο μάλιστα ὁμοιωθεῖσα αὐτῷ, χαλεπῆς καὶ ἀργαλεωτάτης δεσποίνης, τῆς ἀνάγκης, ὡς οἷόν τε ἦν ἐλευθερωθεῖσα κατηγορίας ἂν δεόντως τυγχάνοι, ὅτι τὸν ἐλευθερώσαντα οὐ περιέπει· τοιγάρτοι τὴν κατ’ ἀπελευθέρων ἀχαρίστων ἀπαραίτητον δίκην ὀρθότατα τίσει.