Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τὴν δὲ φύσιν ἀπένειμε τοῖς φυτοῖς κερασάμενος αὐτὴν ἐκ πλείστων δυνάμεων, θρεπτικῆς τε καὶ μεταβλητικῆς καὶ αὐξητικῆς. καὶ γὰρ τρέφεται τροφῆς ὄντα χρεῖα, τεκμήριον δέ· τὰ μὴ ἀρδόμενα φθίνει καὶ ἀφαυαίνεται, ὥσπερ αὖ τὰ ποτιζόμενα ἐμφανῶς αὔξεται· τὰ γὰρ τέως διὰ βραχύτητα χαμαίζηλα ἐξαίφνης ἀναδραμόντα ἔρνη γίνεται περιμηκέστατα. τί χρὴ λέγειν περὶ μεταβολῆς αὐτῶν;
ταῖς μὲν γὰρ χειμεριναῖς τροπαῖς τὰ πέταλα μαρανθέντα εἰς τοὔδαφος χεῖται, οἵ τε ἐν ταῖς κληματίσι λεγόμενοι πρὸς τῶν γεωπόνων ὀφθαλμοὶ καθάπερ ἐν τοῖς ζῴοις καταμύουσι, τά τε πρὸς τὰς ἐκφύσεις στόμια πάντα ἔσφιγκται τῆς φύσεως εἴσω τότε συνειλημμένης καὶ ἡσυχαζούσης, ἵνα διαπνεύσασα οἷά τις ἀθλητὴς προηγωνισμένος καὶ συλλεξαμένη τὴν ἰδίαν ἰσχὺν πρὸς τοὺς ἐθάδας ἄθλους ἐξ ὑπαρχῆς ἀπαντᾷ.
γίνεται δὲ τοῦτο ταῖς ἐαριναῖς καὶ κατὰ θέρος ὥραις· ὥσπερ γὰρ ἐκ βαθέος ὕπνου περιαναστᾶσα τούς [*](1 ἐνεδύσατο ΑΗ, ἐνεδύσαντο E 2 ἕξιν UE φύσιν UE ψυχὴν Ε δὲ καὶ λογικὴ UF λογικὴν ψυχὴν E λίθον ΜΗ1Ρ 3 ξύλον 2 τῆ συμφυία Α, τῆς συμφωνίας b 4 εἰργάσατο HPE ἡ] εἰ Α 7 ante ἕξεως add. φυτῶν δυνάμεις τρεῖς, θρεπτική, αὐξητική, μεταβλητική MAGHP δίαυλος] διάβολος U 7—10 ἄφθαρτος—δείκνυνται om. E 8 μιμούμενοι 8. 9 τοῖς ἀπανταχοῦ τῆς οἰκουμένης θεάτροις conicio 8 ἀνθρώποις οἱ πάντων UF κοινοῖς ἀπάντων G 10 κερασάμενοι Α 11 θρεπτικῆς τε καὶ γεννητικῆς Ε, καὶ αὐξητικῆς om. UF 12 χρείας Α post δὲ add. ὅτι Η2 13 καὶ] καὶ μὴν Α ἀφαυαίνεται—ποτιζόμενα om. Α ὥσπερ—ποτιζόμενα om. UF, qui καὶ μὴν addunt καὶ μὴν καὶ F2) αὐτὰ GHP ποτιζόμενα] spat. 8 litt. 14 τέως om. U βραδυτῆτα G ἔρνη om. Α 15 τί om. G τί—αὐτῶν om. UF 16 χεῖται M: κεῖται AGFHP, κεῖνται U 17 γεηπόνων ὀφθαλμῶν Α 18 φύσεις G ἐσφράγισται L2 19 συνειλεγμένης G 22 βάθους G) [*](1—11 exstant in E cap. 4, Mang. II 606,10—23: ἀλλ’ ἐπαναλαβόντες τὸν λόγον χάριν εἴπωμεν ὅτι τῶν σωμάτων τὰ μὲν—θρεπτικῆς τε καὶ γεννητικῆς. pergit E p. 65,9)