Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἔννοιαν καὶ διανόησιν, τὴν μὲν ἐναποκειμένην οὖσαν νόησιν, τὴν δὲ νοήσεως διέξοδον, βεβαιοτάτας δυνάμεις ὁ ποιητὴς τῶν ὅλων κληρωσάμενος καὶ χρώμενος ἀεὶ ταύταις τὰ ἔργα ἑαυτοῦ καταθεᾶται. τὰ μὲν δὴ μὴ λείποντα τὴν τάξιν τῆς πειθαρχίας ἕνεκα ἐπαινεῖ, τὰ δὲ μεθιστάμενα τῇ κατὰ [*](2 βραχὺ Η 3 ὁ θεός GUFE 4 κόσμος χρόνου UFE τὴν αὐτοῦ κίνησιν E ἑαυτοῦ G, αὑτοῦ Η2, αὐτὴν P 5 ὥστε υἱωνοῦ—ἐποίησεν om. Ε 6 γὰρ post τὸν] δὲ L 7 τούτου ante οὐδένα add. HP οὐδένα εἶπε seclusi οὐδένα] ἰδέαν coni. Mang. δ’ ante ἀξιώσας add. H2 ἀξιωθεὶς U 8 καταμένει F alterum ὁ om. G 9 κίνησιν τοῦ χρόνου F ἀνίσχειν UF ὥστ’ P 10 τῷ θεῶ G μᾶλλον G1 τῷ καὶ] τῶν κατὰ G, τῷ κατὰ FL2 τῶ χρόνω H1P, τὸν χρόνον F ὑπηγμένω UFH2: ὑπηγμένα MAH1P, om. G περάτων G2 11 οὐ] ὁ P αἰών Turn.: δι’ ὦν codd. 11. 12 δι’ ὧν—αὐτῶν om. E 12 αὐτῶν ἐστιν U αὐτοῦ Mang.: αὐτῶν codd. 14 διαλεχθέντες UF 14. 15 μετανοία τῶν ἀκολούθων μεταδώσομεν UF 15 ἔστιν ὅτι ἐνεθυμήθη UF 16 ἐπὶ τῆς γῆς G2UFD: ἀπὸ τῆς γῆς G1, om. MAHP 17 ἀποκειμένην UF 18 βεβαιοτάτας UF: βεβαιότητα τὰς MGPH1D, βεβαιοτάτην τἀς AH2 ὁ] γὰρ ὁ D καὶ χρώμενος om. D 19 αὐτοῦ UFD τὰ] καὶ τὰ D μὴ om. U λείποντα MAGPD: λιπόντα UFH 19 τὴν om. D 20 θεαρχίας D ἕνεκα om. D 20. 21 λειποτακτῶν codd.) [*](11 cf. Platonis Timaeum p. 37 D) [*](15—64,1 DC (cf. ad p. 61,21): τί οὑν ἐστι τὸ ἐνεθυμήθη—μετέρχεται δίκῃ.)
τῶν γὰρ σωμάτων τὰ μὲν ἐνεδήσατο ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ λογικῇ ψυχῇ. λίθων μὲν οὖν καὶ ξύλων, ἃ δὴ τῆς συμφυΐας ἀπέσπασται, δεσμὸν κραταιότατον ἕξιν εἰργάζετο· ἡ δέ ἐστι πνεῦμα ἀναστρέφον ἐφ’ ἑαυτό· ἄρχεται μὲν γὰρ ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα τείνεσθαι, ψαῦσαν δὲ ἄκρας ἐπιφανείας ἀνακάμπτει πάλιν, ἄχρις ἂν ἐπὶ τὸν αὐτὸν ἀφίκηται τόπον, ἀφ’ οὗ τὸ πρῶτον ὡρμήθη·
ἕξεως ὁ συνεχὴς οὗτος δίαυλος ἄφθαρτος, ὃν οἱ δρομεῖς ἀπομιμούμενοι ταῖς τριετηρίσιν ἐν τοῖς ἀνθρώπων ἁπάντων κοινοῖς θεάτροις ὡς μέγα δὴ καὶ λαμπρὸν καὶ περιμάχητον ἔργον ἐπιδείκνυνται.