Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
μεμίμηται δὲ τοῦτο καὶ ἡ ἐν ταῖς βασιλείαις ἐντυγχάνουσα τῷ προφήτῃ γυνὴ χήρα (III Reg. 17,10)· χήρα δ’ ἐστίν, οὐχ ἥν φαμεν ἡμεῖς, ὅταν ἀνδρὸς ἐρήμη γένηται, ἀλλὰ τῷ χηρεύειν τῶν φθειρόντων καὶ λυμαινομένων παθῶν τὴν διάνοιαν, ὥσπερ καὶ ἡ παρὰ Μωυσῇ Θάμαρ·
καὶ γὰρ ταύτῃ προστέτακται χηρευούσῃ καθέζεσθαι ἐν τῷ τοῦ μόνου καὶ σωτῆρος οἴκῳ πατρός (Gen. 38,11), δι’ ὃν ἀεὶ καταλιποῦσα τὰς τῶν θνητῶν συνουσίας καὶ ὁμιλίας ἠρήμωται μὲν καὶ κεχήρευκεν ἀνθρωπίνων ἡδονῶν, παραδέχεται δὲ θείαν γονὴν καὶ πληρουμένη τῶν ἀρετῆς σπερμάτων κυοφορεῖ καὶ ὠδίνει καλὰς πράξεις· ἃς ὅταν ἀποτέκῃ, τὰ κατὰ τῶν ἀντιπάλων αἴρεται βραβεῖα καὶ νικηφόρος ἀναγράφεται σύμβολον ἐπιφερομένη φοίνικα τῆς νίκης· Θάμαρ γὰρ ἑρμηνεύεται φοῖνιξ.
λέγει δὲ πρὸς τὸν προφήτην πᾶσα διάνοια χήρα καὶ ἐρήμη κακῶν μέλλουσα γίνεσθαι· „ἄνθρωπε τοῦ θεοῦ, εἰσῆλθες πρὸς μὲ ἀναμνῆσαι τὸ ἀδίκημά μου καὶ τὸ ἁμάρτημά μου“ (III Reg. [*](2 νομοθετηθῆναι F δύναται AGF 4 διαμαρτάνουσιν GUF αὐτῶν om. Α 5 κατορθοῦν ἐμπταίουσι ΡΗ1 οἷς] τοῖς F 6 ὄντως] ὁ ὄντως MAP2 ἔλεγχος ὄντως transpos. UF 7 γνωρίζομεν GUF: γνωρίζεται MAHP ἡμῶν F: ἡμῖν ceteri 7. 8 τῆς ψυχῆς coui. Mang. 8 αἷς] ὡς G ἄγνοια U, ἄγνοιαν G, ἁγνεία Α 10. 11 ἴδη καθαρὰν HP 11 τῆς ψυχῆς τὴν U, τὴν (fort. ex τῆς) ψυχῆς F καὶ, εἴ F: καὶ U, κἄν ceteri 12 ἰάσεται Ρ μεμύηται Α, sed υ in ras. 13 χήρα add. Maug., om. codd. δέ UF 14 ἀνδρὸς om F τῷ] τὸ GUF. 15 παθῶν τὴν διάνοιαν GHP: τὴν διάνοιαν παθῶν UF; τὴν διάνοιαν om. Α, post λυμαινομένων add. mg. M παρὰ] περὶ H 16 Μωυσῆ GUF: Μωσεῖ MAHP 17 μόνου σωτῆρος καὶ πατρὸς οἴκῳ coni. Mangey μόνου] μ et ν in ras. Η2Ρ2 δι’ ὃ conicio ἀεὶ om. P, εἰς ἀεὶ coni. Mangey 20 πληρουμένην Α τῆς ἀρετῆς HP καὶ κυοφορεῖ UF 21 ἀποτέμῃ Ρ1 24 γίγνεσθαι F 25 ἀναμνῆσαι τὸ ἀνόμημά μου UF (ceteris omissis))