Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
τοὺς γὰρ προφήτας ἐκάλουν οἱ πρότερον τοτὲ μὲν ἀνθρώπους θεοῦ, τοτὲ δὲ ὁρῶντας (I Reg. 9,9), κύρια ὀνόματα καὶ ἐμπρεπῆ τῷ ἐπιθειασμῷ καὶ τῇ περιαθρήσει τῶν πραγμάτων ᾗ ἐκέχρηντο τιθέμενοι.
Προσηκόντως οὖν ὁ ἱερώτατος Μωυσῆς τότε φθείρεσθαι τὴν γῆν εἶπεν, ὅτε αἱ τοῦ δικαίου Νῶε ἀρεταὶ διεφάνησαν· „ἦν δὲ“ φησί „κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς“ (Gen. 6,12).
δόξει μέν τισιν ἡ λέξις ἡμαρτῆσθαι καὶ τὸ ἀκόλουθον τοῦ λόγου καὶ τὸ ἄπταιστον οὕτως ἔχειν· ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὑτῆς· ἀνοίκειον γάρ ἐστι θηλυκῷ ὀνόματι, τῇ σαρκί, ἀρρενικὴν ἐπιφέρεσθαι πτῶσιν, τὴν αὐτοῦ.