Quod Deus Sit Immutabilis

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἀλλὰ ταῦτα μὲν εἰ συνᾴδει τῇ ῥητῇ καὶ προχείρῳ διατάξει, σκέψονται οἷς ἔθος καὶ φίλον· ἡμῖν δὲ ἄντικρυς λεκτέον, ὅτι συνῳδὸν οὕτως οὐδὲν ἄλλο ἄλλῳ, ὡς τὸ εἰσελθόντος τοῦ ἱερέως τὰ κατὰ τὴν οἰκίαν μιαίνεσθαι.

ἕως μὲν γὰρ ὁ θεῖος λόγος εἰς τὴν ψυχὴν ἡμῶν καθάπερ τινὰ ἑστίαν οὐκ ἀφῖκται, πάντα αὐτῆς τὰ ἔργα ἀνυπαίτια· ὁ [*](1 αὐτὴν codd. τοῖς] τῆς U 2 δυνάμενος Α 3 μεταβάλλουσα Α διασυνίστησι GH2: μετασυνίστησι ceteri 5 οἱ MGHP: ὁ MUF 6 ἀπροσιάτως P 7 πτώματα F: ἐκπτώματα ceteri S ὑπομένῃ scripsi: ὑπομένει codd. δ’ addidit Cohn 10. 11 ἱερεῖ· ὡς ἁφὴ λέπρας ὡράθη ἐν τῶ οἴκω μου UF 11 ἑώραται GH: ὡράθη MUF, ὁρᾶται Α, αἰωρᾶται P 12—14 καὶ προστάξει—καταμαθεῖν] καὶ ἐντελεῖται ὁ ἱερεὺς καὶ ἀποσκευάσουσι πρὶν ἐλθεῖν τὸν ἱερέα, καὶ οὐ μὴ (μὴ om. F) μιανθήσεται ἀκάθαρτα ὅσα ἐν τῶ οἴκω. καὶ μετὰ εἰσελεύσεται ὁ ἱερεὺς τοῦ ἰδεῖν UF 12 καὶ] εἰ Α εἰσελθεῖν Α 13 καὶ GUFH2: om. MAH1P post γενήσεται add. καὶ οὑ μιανθήσεται mg. L2 15 μὲν om. HP 17 ἐκκεκαθαρμένου HP 18 ἁγίας ἁγιστείας G 19 ἔνδον Mang.: ὄντα codd. γίγνεσθαι UF οὐδὲ F: οὐδὲν U, οὔτε ceteri 20 μένει om. H1P τὴν tertium om. AF, τῆς G1 22 δέ om. L 23 οὐδὲν ἄλλο ἄλλω M: ἄλλο οὐδὲν ἄλλω UF, οὐδέν ἄλλω AGH2, οὐδέν ἄλλο H1P 25 ἀφίκηται U, ἀφίκεται F)

v.2.p.85
γὰρ ἐπίτροπος ἢ πατὴρ ἢ διδάσκαλος ἢ ὅ τι ποτὲ χρὴ καλεῖν τὸν ἱερέα, ὑφ’ οὗ νουθετηθῆναι καὶ σωφρονισθῆναι μόνου δυνατόν, μακρὰν ἀφέστηκε. Συγγνώμη δὲ τοῖς δι’ ἀμαθίαν ἀπειρίᾳ τῶν πρακτέων ἁμαρτάνουσιν· οὐδὲ γὰρ ὡς ἁμαρτημάτων αὐτῶν ποιοῦνται κατάληψιν, ἔστι δ’ ὅτε κατορθοῦν ἐν οἷς πταίουσι μεγάλα νομίζουσιν.

ὅταν δὲ εἰσέλθῃ ὁ ἱερεὺς ὄντως ἔλεγχος εἰς ἡμᾶς ὥσπερ φωτός τις αὐγὴ καθαρωτάτη, τηνικαῦτα γνωρίζομεν τὰ ἐναποκείμενα ἡμῶν οὐκ εὐαγῆ τῇ ψυχῇ βουλεύματα καὶ τὰς ἐπιλήπτους καὶ ὑπαιτίους πράξεις, αἷς ἀγνοίᾳ τῶν συμφερόντων ἐνεχειροῦμεν. ταῦτ’ οὖν ἅπαντα ὁ ἱερώμενος ἔλεγχος μιάνας, ἀποσκευασθῆναι καὶ ἀποσυληθῆναι κελεύει, ὅπως αὐτὴν καθαρὰν ἴδῃ τὴν τῆς ψυχῆς οἰκίαν καί, εἴ τινες ἐν αὐτῇ νόσοι γεγόνασιν, ἰάσηται.