Quod Deus Sit Immutabilis
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
ἡ δ’ εἰς ἓν εἶδος λευκὸν μεταβαλοῦσα τὴν ἀκούσιον διασυνίστησι τροπήν, ἐπειδὰν τὸ λογίζεσθαι ὁ νοῦς ἐκτμηθεὶς ὅλον δι’ ὅλων, μηδενὸς τῶν εἰς τὸ συνιέναι σπέρματος ὑπολειφθέντος, ὥσπερ οἱ ἐν ἀχλύι καὶ σκότῳ βαθεῖ μηδὲν ὁρᾷ τῶν πρακτέων, ἀλλ’ οἷα τυφλὸς ἀπροοράτως πᾶσιν ἐμπίπτων συνεχεῖς ὀλίσθους καὶ πτώματα ἐπάλληλα καὶ ἀκούσια
ὑπομένῃ. τούτῳ δ’ ὅμοιόν ἐστι καὶ τὸ περὶ τῆς οἰκίας διάταγμα, ἐν ᾗ γίνεσθαι συμβαίνει λέπραν πολλάκις· φησὶ γὰρ ὅτι „ἐὰν γένηται ἁφὴ λέπρας ἐν οἰκίᾳ, ἀφίξεται ὁ κεκτημένος καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων· ὥσπερ ἁφὴ λέπρας ἑώραταί μοι ἐν τῇ οἰκίᾳ“· εἶτα ἐπιφέρει· „καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ τοῦ εἰσελθόντα τὸν ἱερέα εἰς τὴν οἰκίαν ἰδεῖν, καὶ οὐ γενήσεται ἀκάθαρτα ὅσα ἐν τῇ οἰκίᾳ. καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν“ (Lev. 14,34—36).
οὐκοῦν πρὶν μὲν εἰσελθεῖν τὸν ἱερέα, καθαρὰ τὰ ἐν τῇ οἰκίᾳ, ἀφ’ οὗ δ’ ἂν εἰσέλθῃ, πάντα ἀκάθαρτα· καίτοι τοὐναντίον εἰκὸς ἦν, ἀνδρὸς κεκαθαρμένου καὶ τελείου, ὃς τὰς ὑπὲρ ἁπάντων εὐχὰς ἁγιστείας ἱερουργίας εἴωθε ποιεῖσθαι, παρελθόντος εἴσω βελτιοῦσθαι τὰ ἔνδον καὶ ἐξ ἀκαθάρτων καθαρὰ γίνεσθαι· νυνὶ δὲ οὐδὲ ἐπὶ τῆς αὐτῆς μένει χώρας, τρέπεται δὲ πρὸς μερίδα τὴν χείρω κατὰ τὴν εἴσοδον τὴν τοῦ ἱερέως.