De Gigantibus

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

ἀδιαίρετον ἵσταται μονάδα. ὥστε οὖν ἐν μὲν τοῖς πολλοῖς, τουτέστι τοῖς πολλὰ τοῦ βίου τέλη προτεθειμένοις, οὐ καταμένει τὸ θεῖον πνεῦμα, κἂν πρὸς ὀλίγον χρόνον ἀναστραφῇ, μόνῳ δὲ ἀνθρώπων εἴδει ἑνὶ παραγίνεται, ὃ πάντα ἀπαμφιασάμενον τὰ ἐν γενέσει καὶ τὸ ἐσωτάτω καταπέτασμα καὶ προκάλυμμα τῆς δόξης ἀνειμένῃ καὶ γυμνῇ τῇ διανοίᾳ πρὸς θεὸν ἀφίξεται.

οὕτως καὶ Μωυσῆς ἔξω τῆς παρεμβολῆς καὶ τοῦ σωματικοῦ παντὸς στρατοπέδου πήξας τὴν ἑαυτοῦ σκηνήν (Exod. 33, 7), τουτέστι τὴν γνώμην ἱδρυσάμενος ἀκλινῆ, προσκυνεῖν τὸν θεὸν ἄρχεται καὶ εἰς τὸν γνόφον, τὸν ἀειδῆ χῶρον, εἰσελθὼν αὐτοῦ καταμένει τελούμενος τὰς ἱερωτάτας τελετάς. γίνεται δὲ οὐ μόνον μύστης, ἀλλὰ καὶ ἱεροφάντης ὀργίων καὶ διδάσκαλος θείων, ἃ τοῖς ὦτα κεκαθαρμένοις ὑφηγήσεται.

τούτῳ μὲν οὖν τὸ θεῖον ἀεὶ παρίσταται πνεῦμα πάσης ὀρθῆς ἀφηγούμενον ὁδοῦ, τῶν δὲ ἄλλων, ὡς ἔφην, τάχιστα διαζεύγνυται, ὧν καὶ τὸν βίον ἐν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ἀριθμῷ πεπλήρωκε· λέγει γάρ· „ἔσονται αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσιν“ (Gen. 6,3).

ἀλλὰ καὶ Μωυσῆς τῶν ἴσων γενόμενος ἐτῶν τοῦ θνητοῦ βίου μετανίσταται [*](1 συνιστάμενος PH1 οἰκίας H2 2 καὶ τὸν UH2: καίτοι ceteri ψυκταῖς ἄληκτον D ὃς] ὡς U 4 ἢ codd.] καὶ Turn. 4. 5 γαλήνην ἄγειν κυμαινούσης θαλάσσης U 4 θαλάσσης UHP 5 οὐδὲ MHP: καὶ A, om. U 6 ἀεὶ ante τοῖς posuit U καὶ ἐνσχολάζειν om. Α ἐνσχολάζειν MU: σχολάζειν HP ἐν τοῖς Η δώμασι Mang. ἀγίοις] θείοις U ἔσχηκεν ἀνὰ MA: ἔσχηκεν v (sic!) U, ἔσχηκε κατὰ HP 7 ἀλλὰ U μόλις] μόνον coni. Cohn 9 ὃν] οὔτε U ὀχυρότατον Α 10. 11 τοῦτο δ’ ἔστι τὸ εἰς πολλὰ U 11 τέλει Α προτιθεμένοις U 12 ἀναστρέφη U, συναναστραφῇ coni. Mang. 13 ἀπαμφιασάμενος U 13. 14 τὰ ἐστώτατα καταπετάσματα καὶ προκαλύμματα Η2 14 ἀνημμένη Α 15 οὕτω U Μώσης MAHP 15. 16 παντὸς τοῦ σωματικοῦ U 20. 21 κεκαρμένοις U 21 τοῦτο μὲν οὑν ἀεὶ παρίσταται τὸ θεῖον U, τοῦτον μὲν οὑν τῶ θείω ἀεὶ παρίσταται Α πνεύματι ex πνεῦμα corr. Α 22 δ’ U ἀναζεύγνυται HP 23 ὧν] ὧ U εἴκοσιν U ἐτῶν πεπεραιωκέναι λέγει U 24 ρκ΄ P)

v.2.p.53
(Deut. 34,7). πῶς οὖν εἰκὸς ἰσοχρονίους εἶναι τοὺς ὑπαιτίους τῷ πανσόφῳ καὶ προφήτῃ; εἰς μὲν οὖν τὸ παρὸν ἀρκέσει τοῦτο εἰπεῖν, ὅτι τὰ ὁμώνυμα οὐ πάντως ἔσθ’ ὅμοια, πολλάκις δὲ καὶ ὅλῳ γένει διέζευκται, καὶ ὅτι τὸ φαῦλον τῷ σπουδαίῳ δύναται μὲν καὶ ἀριθμοὺς καὶ χρόνους ἔχειν τοὺς ἴσους, ἐπεὶ καὶ δίδυμον εἰσάγεται, ἀπηρτημένας δὲ καὶ μακρὰν ἀλλήλων διῳκισμένας δυνάμεις.