De Gigantibus

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τὸν δὲ ἀκριβῆ λόγον τῶν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὑπερθησόμεθα εἰς τὴν τοῦ προφητικοῦ βίου παντὸς ἐξέτασιν, ὅταν αὐτὸν ἱκανοὶ γενώμεθα μυεῖσθαι, νυνὶ δὲ τὰ ἑξῆς λέγωμεν.

„Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις“ (Gen. 6,4). ἴσως τις τὰ παρὰ τοῖς ποιηταῖς μεμυθευμένα περὶ τῶν γιγάντων οἴεται τὸν νομοθέτην αἰνίττεσθαι πλεῖστον ὅσον διεστηκότα τοῦ μυθοπλαστεῖν καὶ τοῖς ἀληθείας ἴχνεσιν αὐτῆς ἐπιβαίνειν ἀξιοῦντα.

παρὸ καὶ εὐδοκίμους καὶ γλαφυρὰς τέχνας, ζωγραφίαν καὶ ἀνδριαντοποιίαν, ἐκ τῆς καθ’ αὑτὸν πολιτείας ἐξήλασεν, ὅτι τὴν τοῦ ἀληθοῦς ψευδόμεναι φύσιν ἀπάτας καὶ σοφίσματα δι’ ὀφθαλμῶν ψυχαῖς εὐπαραγώγοις τεχνιτεύουσι.

μῦθον μὲν οὖν οὐδένα περὶ γιγάντων εἰσηγεῖται τὸ παράπαν, βούλεται δὲ ἐκεῖνό σοι παραστῆσαι, ὅτι οἱ μὲν γῆς, οἱ δὲ οὐρανοῦ, οἱ δὲ θεοῦ γεγόνασιν ἄνθρωποι· γῆς μὲν οἱ θηρευτικοὶ τῶν σώματος ἡδονῶν ἀπόλαυσίν τε καὶ χρῆσιν ἐπιτηδεύοντες αὐτῶν καὶ πορισταὶ τῶν συντεινόντων εἰς ἑκάστην, οὐρανοῦ δὲ ὅσοι τεχνῖται καὶ ἐπιστήμονες καὶ φιλομαθεῖς — τὸ γὰρ οὐράνιον τῶν ἐν ἡμῖν ὁ νοῦς (νοῦς δὲ καὶ τῶν κατ’ οὐρανὸν ἕκαστον) τὰ ἐγκύκλια καὶ τὰς ἄλλας ἅπαξ ἁπάσας ἐπιτηδεύει τέχνας, παραθήγων καὶ ἀκονῶν ἔτι τε γυμνάζων καὶ συγκροτῶν ἐν τοῖς νοητοῖς αὑτόν —,